Μοιραστείτε

 
















Γένεση 36

Αυτό το κεφάλαιο σε άλλες μεταφράσεις / κείμενα
Βάμβας,  Φίλος,  King James(Αγγλικά),  

ή πολύ απλά πατήστε "Κείμενα" για να δείτε και να συγκρίνετε τις διάφορες μεταφράσεις / κείμενα .
ΣτίχοςΕβδομήκοντα
1αὗται δὲ αἱ γενέσεις ησαυ αὐτός ἐστιν εδωμ
2ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν χαναναίων τὴν αδα θυγατέρα αιλων τοῦ χετταίου καὶ τὴν ελιβεμα θυγατέρα ανα τοῦ υἱοῦ σεβεγων τοῦ ευαίου
3καὶ τὴν βασεμμαθ θυγατέρα ισμαηλ ἀδελφὴν ναβαιωθ
4ἔτεκεν δὲ αδα τῷ ησαυ τὸν ελιφας καὶ βασεμμαθ ἔτεκεν τὸν ραγουηλ
5καὶ ελιβεμα ἔτεκεν τὸν ιεους καὶ τὸν ιεγλομ καὶ τὸν κορε οὗτοι υἱοὶ ησαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ χανααν
6ἔλαβεν δὲ ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ χανααν καὶ ἐπορεύθη ἐκ γῆς χανααν ἀπὸ προσώπου ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ
7ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν
8ὤ|κησεν δὲ ησαυ ἐν τῷ ὄρει σηιρ ησαυ αὐτός ἐστιν εδωμ
9αὗται δὲ αἱ γενέσεις ησαυ πατρὸς εδωμ ἐν τῷ ὄρει σηιρ
10καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ησαυ ελιφας υἱὸς αδας γυναικὸς ησαυ καὶ ραγουηλ υἱὸς βασεμμαθ γυναικὸς ησαυ
11ἐγένοντο δὲ υἱοὶ ελιφας θαιμαν ωμαρ σωφαρ γοθομ καὶ κενεζ
12θαμνα δὲ ἦν παλλακὴ ελιφας τοῦ υἱοῦ ησαυ καὶ ἔτεκεν τῷ ελιφας τὸν αμαληκ οὗτοι υἱοὶ αδας γυναικὸς ησαυ
13οὗτοι δὲ υἱοὶ ραγουηλ ναχοθ ζαρε σομε καὶ μοζε οὗτοι ἦσαν υἱοὶ βασεμμαθ γυναικὸς ησαυ
14οὗτοι δὲ ἦσαν υἱοὶ ελιβεμας θυγατρὸς ανα τοῦ υἱοῦ σεβεγων γυναικὸς ησαυ ἔτεκεν δὲ τῷ ησαυ τὸν ιεους καὶ τὸν ιεγλομ καὶ τὸν κορε
15οὗτοι ἡγεμόνες υἱοὶ ησαυ υἱοὶ ελιφας πρωτοτόκου ησαυ ἡγεμὼν θαιμαν ἡγεμὼν ωμαρ ἡγεμὼν σωφαρ ἡγεμὼν κενεζ
16ἡγεμὼν κορε ἡγεμὼν γοθομ ἡγεμὼν αμαληκ οὗτοι ἡγεμόνες ελιφας ἐν γῇ ιδουμαίᾳ οὗτοι υἱοὶ αδας
17καὶ οὗτοι υἱοὶ ραγουηλ υἱοῦ ησαυ ἡγεμὼν ναχοθ ἡγεμὼν ζαρε ἡγεμὼν σομε ἡγεμὼν μοζε οὗτοι ἡγεμόνες ραγουηλ ἐν γῇ εδωμ οὗτοι υἱοὶ βασεμμαθ γυναικὸς ησαυ
18οὗτοι δὲ υἱοὶ ελιβεμας γυναικὸς ησαυ ἡγεμὼν ιεους ἡγεμὼν ιεγλομ ἡγεμὼν κορε οὗτοι ἡγεμόνες ελιβεμας
19οὗτοι υἱοὶ ησαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ εδωμ
20οὗτοι δὲ υἱοὶ σηιρ τοῦ χορραίου τοῦ κατοικοῦντος τὴν γῆν λωταν σωβαλ σεβεγων ανα
21καὶ δησων καὶ ασαρ καὶ ρισων οὗτοι ἡγεμόνες τοῦ χορραίου τοῦ υἱοῦ σηιρ ἐν τῇ γῇ εδωμ
22ἐγένοντο δὲ υἱοὶ λωταν χορρι καὶ αιμαν ἀδελφὴ δὲ λωταν θαμνα
23οὗτοι δὲ υἱοὶ σωβαλ γωλων καὶ μαναχαθ καὶ γαιβηλ σωφ καὶ ωμαν
24καὶ οὗτοι υἱοὶ σεβεγων αιε καὶ ωναν οὗτός ἐστιν ὁ ωνας ὃς εὗρεν τὸν ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια σεβεγων τοῦ πατρὸς αὐτοῦ
25οὗτοι δὲ υἱοὶ ανα δησων καὶ ελιβεμα θυγάτηρ ανα
26οὗτοι δὲ υἱοὶ δησων αμαδα καὶ ασβαν καὶ ιεθραν καὶ χαρραν
27οὗτοι δὲ υἱοὶ ασαρ βαλααν καὶ ζουκαμ καὶ ιωυκαμ καὶ ουκαν
28οὗτοι δὲ υἱοὶ ρισων ως καὶ αραμ
29οὗτοι ἡγεμόνες χορρι ἡγεμὼν λωταν ἡγεμὼν σωβαλ ἡγεμὼν σεβεγων ἡγεμὼν ανα
30ἡγεμὼν δησων ἡγεμὼν ασαρ ἡγεμὼν ρισων οὗτοι ἡγεμόνες χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ εδωμ
31καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ισραηλ
32καὶ ἐβασίλευσεν ἐν εδωμ βαλακ υἱὸς τοῦ βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ δενναβα
33ἀπέθανεν δὲ βαλακ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ιωβαβ υἱὸς ζαρα ἐκ βοσορρας
34ἀπέθανεν δὲ ιωβαβ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ασομ ἐκ τῆς γῆς θαιμανων
35ἀπέθανεν δὲ ασομ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ αδαδ υἱὸς βαραδ ὁ ἐκκόψας μαδιαμ ἐν τῷ πεδίῳ μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ γεθθαιμ
36ἀπέθανεν δὲ αδαδ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ σαμαλα ἐκ μασεκκας
37ἀπέθανεν δὲ σαμαλα καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ σαουλ ἐκ ροωβωθ τῆς παρὰ ποταμόν
38ἀπέθανεν δὲ σαουλ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ βαλαεννων υἱὸς αχοβωρ
39ἀπέθανεν δὲ βαλαεννων υἱὸς αχοβωρ καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ αραδ υἱὸς βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ μαιτεβεηλ θυγάτηρ ματραιθ υἱοῦ μαιζοοβ
40ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν θαμνα ἡγεμὼν γωλα ἡγεμὼν ιεθερ
41ἡγεμὼν ελιβεμας ἡγεμὼν ηλας ἡγεμὼν φινων
42ἡγεμὼν κενεζ ἡγεμὼν θαιμαν ἡγεμὼν μαζαρ
43ἡγεμὼν μεγεδιηλ ἡγεμὼν ζαφωιμ οὗτοι ἡγεμόνες εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος ησαυ πατὴρ εδωμ







Σχετικά με το Copyright: