Ἀριθμοί 33

Ἀριθ. 33,1

Καὶ οὗτοι οἱ σταθμοὶ τῶν υἱῶν Ἰσραήλ, ὡς ἐξῆλθον ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών·

Κολιτσάρα

Αὐτοὶ εἶναι οἱ σταθμοί, τοὺς ὁποίους ἔκαμαν οἱ Ἰσραηλῖται, ὅταν μαζῆ μὲ τὸν στρατόν των καὶ ὑπὸ τὴν ὁδηγίαν τοῦ Μωϋσέως καὶ τοῦ Ἀαρὼν ἐξῆλθον ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου.

Τρεμπέλα

Αὐτές εἶναι οἱ μετακινήσεις καὶ οἱ σταθμοὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ποὺ ἔκαμαν ἀπὸ τότε ποὺ ἐβγῆκαν ἀπὸ τὴν χώραν τῆς Αἰγύπτου μὲ τὴν στρατιωτικήν των δύναμιν, κάτω ἀπὸ τὴν ἀρχηγίαν τοῦ Μωϋσῆ καὶ τοῦ ἀρχιερέως Ἀαρών.

Ἀριθ. 33,2

καὶ ἔγραψε Μωϋσῆς τὰς ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν διὰ ῥήματος Κυρίου, καὶ οὗτοι οἱ σταθμοὶ τῆς πορείας αὐτῶν.

Κολιτσάρα

Ὁ Μωϋσῆς ἔγραψε τὰς ἀναχωρήσεις καὶ τὰς σταθμεύσεις τῶν Ἰσραηλιτῶν, αἱ ὁποῖαι ἔγιναν κατὰ διαταγὴν τοῦ Κυρίου. Αὐτοὶ λοιπὸν εἶναι οἱ σταθμοὶ κατὰ τὴν πορείαν των.

Τρεμπέλα

Καὶ ὁ Μωϋσῆς κατέγραψε τὶς ἀναχωρήσεις καὶ τοὺς σταθμοὺς των, ποὺ ἔγιναν κατόπιν ἐντολῆς τοῦ Θεοῦ. Αὐτοὶ εἶναι οἱ σταθμοὶ κατὰ τὴν διάρκειαν τῆς πορείας των.

Ἀριθ. 33,3

ἀπῇραν ἐκ Ῥαμεσσῆ τῷ μηνὶ τῷ πρώτῳ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου· τῇ ἐπαύριον τοῦ πάσχα ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐν χειρὶ ὑψηλῇ ἐναντίον πάντων τῶν Αἰγυπτίων,

Κολιτσάρα

Κατὰ τὴν δεκάτην πέμπτην ἡμέραν τοῦ πρώτου μηνὸς ἀνεχώρησαν οἱ Ἰσραηλῖται ἀπὸ τὴν Ραμεσσῆ· τὴν ἑπομένην δηλαδὴ ἡμέραν τοῦ Πάσχα ἀνεχώρησαν οἱ Ἰσραηλῖται, ἀπὸ τὴν παντοδύναμον προστασίαν τοῦ Θεοῦ, ἐνώπιον ὅλων τῶν Αἰγυπτίων,

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν πόλιν Ραμεσσῆ κατὰ τὸν πρῶτον μῆνα, τὴν δεκάτην πέμπτην ἡμέραν τοῦ πρώτου μηνός. Οἱ Ἰσραηλῖται ἐξείινησαν καὶ ἐβγῆκαν τὴν ἑπομένην ἡμέραν τοῦ Πάσχα κάτω ἀπὸ τὴν παντοδύναμον προστασίαν τοῦ Θεοῦ ἐμπρὸς εἰς τὰ μάτια ὅλων τῶν Αἰγυπτίων,

Ἀριθ. 33,4

καὶ οἱ Αἰγύπτιοι ἔθαπτον ἐξ αὐτῶν τοὺς τεθνηκότας πάντας, οὓς ἐπάταξε Κύριος, πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, καὶ ἐν τοῖς θεοῖς αὐτῶν ἐποίησε τὴν ἐκδίκησιν Κύριος.

Κολιτσάρα

ὅταν οἱ Αἰγύπτιοι ἔθαπτον κατὰ τὴν ἡμέραν ἐκείνην ὅλους τοὺς νεκρούς των, τὰ πρωτότοκα τὰ ὁποία ἐθανάτωσεν ὁ Κύριος εἰς τὴν χώραν τῆς Αἰγύπτου καὶ ἐξεδικήθη τότε ὁ Κύριος τοὺς θεοὺς τῶν Αἰγυπτίων.

Τρεμπέλα

ἐνῷ οἱ Αἰγύπτιοι ἔθαπταν ὅλους τοὺς νεκρούς των, ὅλα τὰ πρωτότοκά των, τὰ ὁποῖα ἐθανάτωσεν ὁ Κύριος εἰς τὴν χώραν τῆς Αἰγύπτου· μὲ αὐτὸ ὁ Κύριος ἐξεδικήθη τοὺς εἰδωλολατρικοὺς θεοὺς τῶν Αἰγυπτίων καὶ ἔδειξεν ὅτι αὐτὸς εἶναι παντοδύναμος.

Ἀριθ. 33,5

καὶ ἀπάραντες οἱ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ παρενέβαλον εἰς Σοκχώθ.

Κολιτσάρα

Ἀναχωρήσαντες ἔπειτα οἱ Ἰσραηλῖται ἀπὸ τὴν Ραμεσσῆ ἐστρατοπέδευσαν εἰς Σοκχώθ.

Τρεμπέλα

Καὶ οἱ Ἰσραηλῖται, ἀφοῦ ἀνεχώρησαν ἀπὸ τὴν πόλιν Ραμεσσῆ, ἔστησαν τὶς σκηνές των εἰς Σοκχώθ.

Ἀριθ. 33,6

καὶ ἀπάραντες ἐκ Σοκχὼθ παρενέβαλον εἰς Βουθάν, ὅ ἐστι μέρος τι τῆς ἐρήμου.

Κολιτσάρα

Ἀναχωρήσαντες ἀπὸ Σοκχώθ, ἐστρατοπέδευσαν εἰς τὴν Βουθάν, ἡ ὁποία εἶναι μέρος τῆς ἐρήμου περιοχῆς.

Τρεμπέλα

Ἀφοῦ ἀνεχώρησαν ἀπὸ τὴν Σοκχώθ, ἐστρατοπέδευσαν εἰς τὴν Βουθάν, ποὺ εἶναι κάποιο μέρος τῆς ἐρήμου Ὀθώμ.

Ἀριθ. 33,7

καὶ ἀπῇραν ἐκ Βουθὰν καὶ παρενέβαλον ἐπὶ τὸ στόμα Εἰρώθ, ὅ ἐστιν ἀπέναντι Βεελσεπφῶν, καὶ παρενέβαλον ἀπέναντι Μαγδώλου.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Βουθὰν καὶ ἐστρατοπέδευσαν πλησίον τῆς Ἐρώθ, ἡ ὁποία εὑρίσκεται ἀπέναντι τῆς Βεελσεπφῶν καὶ ἐστρατοπέδευσαν ἀπέναντι τῆς Μαγδώλου.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Βουθὰν καὶ ἔστησαν τὶς σκηνές των κοντὰ εἰς τὴν Εἰρώθ, ποὺ εὑρίσκεται ἀπέναντι τῆς Βεελσεπφῶν, καὶ ἐστρατοπέδευσαν ἀπέναντι ἀπὸ τὴν πόλιν Μάγδωλος.

Ἀριθ. 33,8

καὶ ἀπῇραν ἀπέναντι Εἰρὼθ καὶ διέβησαν μέσον τῆς θαλάσσης εἰς τὴν ἔρημον καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν διὰ τῆς ἐρήμου αὐτοὶ καὶ παρενέβαλον ἐν Πικρίαις.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν ἀπέναντι τῆς Εἰρὼθ περιοχήν, διέβησαν διὰ μέσου τῆς Ἐρυθρᾶς Θαλάσσης εἰς τὴν ἔρημον Σούρ, ἐβάδισαν διὰ μέσου τῆς ἐρήμου δρόμον τριῶν ἡμερῶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν περιοχὴν τὴν ὀνομαζομένην Πικρίαι.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν θέσιν ποὺ εὑρίσκοντο, δηλαδὴ ἀπέναντι τῆς Εἰρώθ, καὶ ἐπέρασαν μέσα ἀπὸ τὴν Ἐρυθρὰν θάλασσαν εἰς τὴν ἀπέναντι ἔρημον Σοὺρ καὶ ἐβάδισαν ἐπὶ τρεῖς ἡμέρες μέσα ἀπὸ τὴν ἔρημον αὐτὴν καὶ ἐστρατοπέδευσαν εἰς τὴν θέσιν Πικρίες.

Ἀριθ. 33,9

καὶ ἀπῇραν ἐκ Πικριῶν καὶ ἦλθον εἰς Αἰλίμ· καὶ ἐν Αἰλὶμ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων, καὶ παρενέβαλον ἐκεῖ παρὰ τὸ ὕδωρ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὰς Πικρίας καὶ ἦλθον εἰς τὴν Αἰλίμ. Εἰς δὲ τὴν Αἰλὶμ ὑπῆρχον δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντὰ ὑψηλοὶ φοίνικες καὶ κατεσκήνωσαν ἐκεῖ πλησίον εἰς τὰ ὕδατα.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν θέσιν Πικρίες καὶ ἦλθαν εἰς Αἰλίμ· καὶ εἰς τὴν Αἰλὶμ ὑπῆρχαν δώδεκα πηγὲς νεροῦ καὶ ἑβδομῆντα φυτὰ φοινικιές. Οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν ἐκεῖ κοντὰ εἰς τὶς πηγὲς τοῦ νεροῦ.

Ἀριθ. 33,10

καὶ ἀπῇραν ἐξ Αἰλὶμ καὶ παρενέβαλον ἐπὶ θάλασσαν ἐρυθράν.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Αἰλὶμ καὶ ἐστρατοπέδευσαν πλησίον τῆς Ἐρυθρᾶς Θαλάσσης.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Αἰλὶμ καὶ ἐστρατοπέδευσαν κοντὰ εἰς τὴν Ἐρυθρὰν θάλασσαν.

Ἀριθ. 33,11

καὶ ἀπῇραν ἀπὸ θαλάσσης ἐρυθρᾶς, καὶ παρενέβαλον εἰς τὴν ἔρημον Σίν.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἔστρατοπέδευσαν εἰς τὴν ἔρημον Σίν.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Σίν.

Ἀριθ. 33,12

καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν καὶ παρενέβαλον εἰς Ῥαφακά.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σὶν καὶ ἐστρατοπέδευσαν εἰς Ραφακά.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σὶν καὶ ἐστρατοπέδευσαν εἰς Ραφακά.

Ἀριθ. 33,13

καὶ ἀπῇραν ἐκ Ῥαφακὰ καὶ παρενέβαλον ἐν Αἰλούς.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Ραφακὰ καὶ ἐστρατοπέδευσαν εἰς Αἰλούς.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ραφακὰ καὶ ἐστρατοπέδευσαν εἰς Αἰλούς.

Ἀριθ. 33,14

καὶ ἀπῇραν ἐξ Αἰλοὺς καὶ παρενέβαλον ἐν Ῥαφιδίν, καὶ οὐκ ἦν ἐκεῖ ὕδωρ τῷ λαῷ πιεῖν.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Αἰλοὺς καὶ κατεσκήνωσαν εἰς Ραφιδίν· ἀλλ’ ἐκεῖ δὲν ὑπῆρχεν ὕδωρ διὰ νὰ πίῃ ὁ λαός.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Αἰλοὺς καὶ ἐστρατοπέδευσαν εἰς Ραφιδίν, ὅπου δὲν ὑπῆρχε καθόλου νερὸν διὰ τὸν λαὸν τοῦ Θεοῦ νὰ πιῇ.

Ἀριθ. 33,15

καὶ ἀπῇραν ἐκ Ῥαφιδὶν καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σινά.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Ραφιδὶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Σινά.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ραφιδὶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον τοῦ Σινᾶ.

Ἀριθ. 33,16

καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σινὰ καὶ παρενέβαλον ἐν Μνήμασι τῆς ἐπιθυμίας.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σινὰ καὶ ἐστρατοπέδευσαν εἰς τὴν περιοχήν, τὴν ὁποίαν εἶχον ὀνομάσει Μνήματα Ἐπιθυμίας.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον τοῦ Σινᾶ καὶ ἐστρατοπέδευσαν εἰς τὴν θέσιν Μνήματα τῆς Ἐπιθυμίας.

Ἀριθ. 33,17

καὶ ἀπῇραν ἐκ Μνημάτων τῆς ἐπιθυμίας καὶ παρενέβαλον ἐν Ἀσηρώθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν θέσιν Μνήματα Ἐπιθυμίας καὶ ἐστρατοπέδευσαν εἰς Ἀσηρώθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὰ Μνήματα τῆς Ἐπιθυμίας καὶ ἐστρατοπέδευσαν εἰς τὴν Ἀσηρώθ.

Ἀριθ. 33,18

καὶ ἀπῇραν ἐξ Ἀσηρὼθ καὶ παρενέβαλον ἐν Ῥαθαμᾷ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Ἀσηρὼθ καὶ ἐστρατοπέδευσαν εἰς Ραθαμᾶ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ἀσηρὼθ καὶ ἐστρατοπέδευσαν εἰς Ραθαμά.

Ἀριθ. 33,19

καὶ ἀπῇραν ἐκ Ῥαθαμᾶ καὶ παρενέβαλον ἐν Ῥεμμὼν Φαρές.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Ραθαμᾶ καὶ ἐστρατοπέδευσαν εἰς Ρεμμὼν Φαρές.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ραθαμὰ καὶ ἐστρατοπέδευσαν εἰς Ρεμμὼν Φαρές.

Ἀριθ. 33,20

καὶ ἀπῇραν ἐκ Ῥεμμὼν Φαρὲς καὶ παρενέβαλον ἐν Λεβωνᾷ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Ρεμμὼν Φαρὲς καὶ ἐστρατοπέδευσαν εἰς Λεβωνᾶ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ρεμμὼν Φαρὲς καὶ ἐστρατοπέδευσαν εἰς τὴν θέσιν Λεβωνά.

Ἀριθ. 33,21

καὶ ἀπῇραν ἐκ Λεβωνᾶ καὶ παρενέβαλον εἰς Ῥεσσάν.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Λεβωνᾶ καὶ ἐστρατοπέδευσαν εἰς Ρεσσάν.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Λεβωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Ρεσσάν.

Ἀριθ. 33,22

καὶ ἀπῇραν ἐκ Ῥεσσὰν καὶ παρενέβαλον εἰς Μακελλάθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Ρεσσὰν καὶ ἐστρατοπέδευσαν εἰς Μακελλάθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Ρεσσὰν καὶ ἐστρατοπέδευσαν εἰς Μακελλάθ.

Ἀριθ. 33,23

καὶ ἀπῇραν ἐκ Μακελλὰθ καὶ παρενέβαλον εἰς Σαφάρ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Μακελλὰθ καὶ ἐστρατοπέδευσαν εἰς Σαφάρ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Μακελλὰθ καὶ ἐστρατοπέδευσαν εἰς Σαφάρ.

Ἀριθ. 33,24

καὶ ἀπῇραν ἐκ Σαφὰρ καὶ παρενέβαλον εἰς Χαραδάθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Σαφὰρ καὶ ἐστρατοπέδευσαν εἰς Χαραδάθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Σαφὰρ καὶ ἐστρατοπέδευσαν εἰς Χαραδάθ.

Ἀριθ. 33,25

καὶ ἀπῇραν ἐκ Χαραδὰθ καὶ παρενέβαλον εἰς Μακηλώθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Χαραδὰθ καὶ ἐστρατοπέδευσαν εἰς Μακηλώθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Χαραδὰθ καὶ ἐστρατοπέδευσαν εἰς Μακηλώθ.

Ἀριθ. 33,26

καὶ ἀπῇραν ἐκ Μακηλὼθ καὶ παρενέβαλον εἰς Καταάθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Μακηλὼθ καὶ ἐστρατοπέδευσαν εἰς Καταάθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Μακηλὼθ καὶ ἐστρατοπέδευσαν εἰς Καταάθ.

Ἀριθ. 33,27

καὶ ἀπῇραν ἐκ Καταὰθ καὶ παρενέβαλον εἰς Ταράθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Καταὰθ καὶ ἐστρατοπέδευσαν εἰς Ταράθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Καταὰθ καὶ ἐστρατοπέδευσαν εἰς Ταράθ.

Ἀριθ. 33,28

καὶ ἀπῇραν ἐκ Ταρὰθ καὶ παρενέβαλον εἰς Μαθεκκά.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Ταρὰθ καὶ ἐστρατοπέδευσαν εἰς Μαθεκκά.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Ταρὰθ καὶ ἐστρατοπέδευσαν εἰς Μαθεκκά.

Ἀριθ. 33,29

καὶ ἀπῇραν ἐκ Μαθεκκὰ καὶ παρενέβαλον εἰς Σελμωνᾶ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Μαθεκκὰ καὶ ἐστρατοπέδευσαν εἰς Σελμωνᾶ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Μαθεκκὰ καὶ ἐστρατοπέδευσαν εἰς Σελμωνά.

Ἀριθ. 33,30

καὶ ἀπῇραν ἐκ Σελμωνᾶ καὶ παρενέβαλον εἰς Μασουρούθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Σελμωνᾶ καὶ ἐστρατοπέδευσαν εἰς Μασουρούθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Σελμωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Μασουρούθ.

Ἀριθ. 33,31

καὶ ἀπῇραν ἐκ Μασουροὺθ καὶ παρενέβαλον εἰς Βαναία.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Μασουρούθ καὶ ἐστρατοπέδευσαν εἰς Βαναίαν.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Μασουροὺθ καὶ ἐστρατοπέδευσαν εἰς Βαναία.

Ἀριθ. 33,32

καὶ ἀπῇραν ἐκ Βαναία καὶ παρενέβαλον εἰς τὸ ὄρος Γαδγάδ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Βαναίαν καὶ ἐστρατοπέδευσαν εἰς τὸ ὄρος Γαδγάδ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Βαναία καὶ ἐστρατοπέδευσαν εἰς τὸ ὄρος Γαδγὰδ (κοντὰ εἰς τὸ ὄρος Ὤρ).

Ἀριθ. 33,33

καὶ ἀπῇραν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ παρενέβαλον εἰς Ἐτεβαθά.

Κολιτσάρα

Ἀνεχώρησαν ἐκ τοῦ ὄρους Γαδγὰδ καὶ ἐστρατοπέδευσαν εἰς Ἐτεβαθά.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὸ ὄρος Γαδγὰδ καὶ ἐστρατοπέδευσαν εἰς Ἐτεβαθά.

Ἀριθ. 33,34

καὶ ἀπῇραν ἐξ Ἐτεβαθὰ καὶ παρενέβαλον εἰς Ἐβρωνά.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὸν Ἐτεβαθὰ καὶ ἐστρατοπέδευσαν εἰς Ἐβρωνά.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ἐτεβαθὰ καὶ ἐστρατοπέδευσαν εἰς Ἐβρωνά.

Ἀριθ. 33,35

καὶ ἀπῇραν ἐξ Ἐβρωνὰ καὶ παρενέβαλον εἰς Γεσιὼν Γάβερ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Ἐβρωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Γεσιὼν Γάβερ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Ἐβρωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Γεσιὼν Γάβερ (εἰς τὸν μυχὸν τοῦ Ἐλανιτικοῦ κόλπου).

Ἀριθ. 33,36

καὶ ἀπῇραν ἐκ Γεσιὼν Γάβερ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ Σίν. καὶ ἀπῇραν ἐκ τῆς ἐρήμου Σὶν καὶ παρενέβαλον εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδης.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Γεσιὼν Γάβερ καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Σίν. Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σὶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Φαράν· αὐτὴ εἶναι ἡ ἔρημος Κάδης.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Γεσιὼν Γάβερ καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Σίν· ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Σὶν καὶ ἐστρατοπέδευσαν εἰς τὴν ἔρημον Φαράν· αὐτὴ εἶναι ἡ ἔρημος Κάδης.

Ἀριθ. 33,37

καὶ ἀπῇραν ἐκ Κάδης καὶ παρενέβαλον εἰς Ὢρ τὸ ὄρος πλησίον γῆς Ἐδώμ·

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν ἔρημον Κάδης καὶ ἐστρατοπέδευσαν εἰς ὄρος Ὤρ, πλησίον τῆς χώρας Ἐδώμ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Κάδης καὶ ἐστρατοπέδευσαν εἰς τὸ ὄρος Ὤρ, εἰς τὰ σύνορα τῆς χώρας Ἐδώμ.

Ἀριθ. 33,38

καὶ ἀνέβη Ἀαρὼν ὁ ἱερεὺς διὰ προστάγματος Κυρίου καὶ ἀπέθανεν ἐκεῖ ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου τῷ μηνὶ τῷ πέμπτῳ μιᾷ τοῦ μηνός·

Κολιτσάρα

Ἐκεῖ ὁ ἀρχιερεὺς Ἀαρών, κατόπιν ἐντολῆς τοῦ Κυρίου, ἀνέβη εἰς τὸ ὄρος, ὅπου καὶ ἀπέθανε κατὰ τὴν πρώτην τοῦ πέμπτου μηνὸς τοῦ τεσσαρακοστοῦ ἔτους ἀπὸ τὴν ἔξοδον τῶν Ἰσραηλιτῶν ἐκ τῆς Αἰγύπτου.

Τρεμπέλα

Καὶ ὁ ἀρχιερεὺς Ἀαρὼν ἀνέβη εἰς τὸ ὄρος Ὢρ κατόπιν διαταγῆς τοῦ Κυρίου καὶ ἀπέθανεν ἐκεῖ κατὰ τὴν πρώτην ἡμέραν τοῦ πέμπτου μηνὸς τοῦ τεσσαρακοστοῦ ἔτους τῆς ἐξόδου τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἀπὸ τὴν Αἴγυπτον·

Ἀριθ. 33,39

καὶ Ἀαρὼν ἦν τριῶν καὶ εἴκοσι καὶ ἑκατὸν ἐτῶν, ὅτε ἀπέθνησκεν ἐν Ὢρ τῷ ὄρει.

Κολιτσάρα

Ἦτο δὲ ὁ Ἀαρὼν ἑκατὸν εἴκοσι τριῶν ἐτῶν, ὅταν ἀπέθανεν ἐπάνω εἰς τὸ ὄρος Ὢρ.

Τρεμπέλα

ὁ Ἀαρὼν ἦταν ἡλικίας ἑκατὸν εἴκοσι τριῶν ἐτῶν, ὅταν ἀπέθανε ἐπάνω εἰς τὸ ὄρος Ὤρ.

Ἀριθ. 33,40

καὶ ἀκούσας ὁ Χανανὶς βασιλεὺς Ἀράδ, καὶ οὗτος κατῴκει ἐν γῇ Χαναάν, ὅτε εἰσεπορεύοντο οἱ υἱοὶ Ἰσραήλ.

Κολιτσάρα

Ὁ δὲ Χανανὶς βασιλεύς του Ἀράδ, ὁ ὁποῖος κατοικοῦσε εἰς τὴν χώραν Χαναάν, ἤκουσεν ὅτι οἱ Ἰσραηλῖται ἡτοιμάζοντο νὰ εἰσβάλουν εἰς τὴν Χαναάν.

Τρεμπέλα

Ὁ δὲ Χανανίς, ὁ βασιλιᾶς Ἀράδ, ὁ ὁποῖος κατοικοῦσε εἰς τὰ νότια τῆς χώρας Χαναάν, ἐπληροφορήθη ὅτι ὁ Ἰσραηλιτικὸς λαὸς ἔρχεται εἰς τὴν Χαναάν. Οἱ Ἰσραηλῖται ὅμως δὲν ἐμπῆκαν εἰς τὴν γῆν Χαναάν.

Ἀριθ. 33,41

καὶ ἀπῇραν ἐξ Ὢρ τοῦ ὄρους καὶ παρενέβαλον εἰς Σελμωνά.

Κολιτσάρα

Οἱ Ἰσραηλῖται ὅμως ἀνεχώρησαν ἀπὸ τὸ ὄρος Ὢρ καὶ ἐστρατοπέδευσαν εἰς Σελμωνά.

Τρεμπέλα

Ἄλλα ἀνεχώρησαν ἀπὸ τὸ ὄρος Ὢρ καὶ ἐστρατοπέδευσαν εἰς Σελμωνά.

Ἀριθ. 33,42

καὶ ἀπῇραν ἐκ Σελμωνὰ καὶ παρενέβαλον εἰς Φινώ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Σελμωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Φινώ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Σελμωνὰ καὶ ἐστρατοπέδευσαν εἰς Φινῶ.

Ἀριθ. 33,43

καὶ ἀπῇραν ἐκ Φινὼ καὶ παρενέβαλον ἐν Ὠβώθ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Φινὼ καὶ ἐστρατοπέδευσαν εἰς Ὠβώθ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Φινῶ καὶ ἐστρατοπέδευσαν εἰς Ὠβώθ.

Ἀριθ. 33,44

καὶ ἀπῇραν ἐξ Ὠβὼθ καὶ παρενέβαλον ἐν Γαΐ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μωάβ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Ὠδὼθ καὶ ἐστρατοπέδευσαν ἐν Γαΐ, ἀνατολικῶς ἀπὸ τὸν Ἰορδάνην εἰς τὰ ὅρια τῆς Μωάβ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Ὠβὼθ καὶ ἐστρατοπέδευσαν εἰς Γαΐ, ἀνατολικὰ τοῦ ποταμοῦ Ἰορδάνη, εἰς τὰ σύνορα τῆς περιοχῆς Μωάβ.

Ἀριθ. 33,45

καὶ ἀπῇραν ἐκ Γαΐ καὶ παρενέβαλον εἰς Δαιβὼν Γάδ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Γαῒ καὶ ἐστρατοπέδευσαν εἰς τὴν Δαιδῶν, πόλιν τὴν ὁποίαν ἀργότερα ἔκτισαν οἱ τῆς φυλῆς Γάδ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Γαῒ καὶ ἐστρατοπέδευσαν εἰς Δαιβὼν Γὰδ (βόρεια τῆς Ἀρνῶν).

Ἀριθ. 33,46

καὶ ἀπῇραν ἐκ Δαιβὼν Γὰδ καὶ παρενέβαλον ἐν Γελμὼν Δεβλαθαίμ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὴν Δαιβῶν τῆς Γὰδ καὶ ἐστρατοπέδευσαν εἰς Γελμὼν Δεβλαθαίμ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν Δαιβὼν Γὰδ καὶ ἐστρατοπέδευσαν εἰς Γελμὼν Δεβλαθαὶμ (βόρεια τῆς Δαιβών).

Ἀριθ. 33,47

καὶ ἀπῇραν ἐκ Γελμὼν Δεβλαθαὶμ καὶ παρενέβαλον ἐπὶ τὰ ὄρη τὰ Ἀβαρίμ, ἀπέναντι Ναβαῦ.

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ Γελμὼν Δεβλαθαὶμ καὶ ἐστρατοπέδευσαν εἰς τὰ ὄρη Ἀβαρίμ, ἀπέναντι ἀπὸ τὸ ὄρος Ναβαῦ.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ Γελμὼν Δεβλαθαὶμ καὶ ἐστρατοπέδευσαν εἰς τὴν ὀροσειρὰν Ἀβαρίμ, ἀπέναντι ἀπὸ τὸ ὄρος Ναβαῦ,

Ἀριθ. 33,48

καὶ ἀπῇραν ἀπὸ τῶν ὀρέων Ἀβαρὶμ καὶ παρενέβαλον ἐπὶ δυσμῶν Μωάβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ,

Κολιτσάρα

Ἀνεχώρησαν ἀπὸ τὰ ὄρη Ἀβαρὶμ καὶ ἐστρατοπέδευσαν πρὸς δυσμὰς τῆς χώρας τῶν Μωαβιτῶν, πλησίον του Ἰορδάνου ἀπέναντι τῆς Ἱεριχοῦς.

Τρεμπέλα

Ἀνεχώρησαν ἀπὸ τὴν ὀροσειρὰν Ἀβαρὶμ καὶ ἐστρατοπέδευσαν εἰς τὰ δυτικὰ τῆς Μωάβ, κοντὰ εἰς τὸν Ἰορδάνην, ἀπέναντι τῆς Ἱεριχοῦς.

Ἀριθ. 33,49

καὶ παρενέβαλον παρὰ τὸν Ἰορδάνην ἀνὰ μέσον Αἰσιμὼθ ἕως Βελσατὶμ κατὰ δυσμὰς Μωάβ.

Κολιτσάρα

Ἐστρατοπέδευσαν πλησίον του Ἰορδάνου, μεταξὺ Αἰσιμὼθ καὶ Βελσατίμ, πρὸς δυσμὰς τῆς Μωάβ.

Τρεμπέλα

Καὶ ἐστρατοπέδευσαν κοντὰ εἰς τὸν Ἰορδάνην μεταξὺ τῆς Αἰσιμὼθ καὶ τῆς Βελσατίμ, εἰς τὰ δυτικὰ τῆς Μωάβ.

Ἀριθ. 33,50

Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐπὶ δυσμῶν Μωὰβ παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχὼ λέγων·

Κολιτσάρα

Ὁ Κύριος ὡμίλησε πρὸς τὸν Μωϋσῆν, ἐκεῖ πρὸς δυσμὰς τῆς Μωάβ, πλησίον του Ἰορδάνου ποταμοῦ, ἀπέναντι ἀπὸ τὴν Ἱεριχὼ καὶ εἶπεν·

Τρεμπέλα

Ὁ Κύριος ἐμίλησε πρὸς τὸν Μωϋσῆν, ὅταν εὑρίσκετο εἰς τὰ δυτικὰ τῆς Μωάβ, κοντὰ εἰς τὸν Ἰορδάνην ποταμόν, ἀπέναντι ἀπὸ τὴν Ἱεριχῶ, καὶ εἶπε:

Ἀριθ. 33,51

λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναὰν

Κολιτσάρα

«ὁμίλησε πρὸς τοὺς Ἰσραηλίτας καὶ εἰπὲ πρὸς αὐτούς· Σεῖς διέρχεσθε τώρα τὸν Ἰορδάνην, διὰ νὰ εἰσέλθετε εἰς τὴν χώραν Χαναάν.

Τρεμπέλα

«Νὰ μιλήσῃς εἰς τὸν Ἰσραηλιτικὸν λαὸν καὶ νὰ τοὺς εἰπῇς: Τώρα περνᾶτε τὸν ποταμὸν Ἰορδάνην διὰ νὰ εἰσέλθετε εἰς τὴν χώραν τῆς Χαναάν·

Ἀριθ. 33,52

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας ἐν τῇ γῇ πρὸ προσώπου ὑμῶν καὶ ἐξαρεῖτε τὰς σκοπιὰς αὐτῶν καὶ πάντα τὰ εἴδωλα τὰ χωνευτὰ αὐτῶν ἀπολεῖτε αὐτὰ καὶ πάσας τὰς στήλας αὐτῶν ἐξαρεῖτε.

Κολιτσάρα

Θὰ ἐξοντώσετε ὅλους τοὺς κατοίκους τῆς χώρας ἀπὸ ἐμπρός σας καὶ θὰ κατακρημνίσετε τὰ ὑψώματα τὰ πρὸς τιμὴν τῶν εἰδώλων των, θὰ καταστρέψετε ὅλους τοὺς εἰδωλολατρικοὺς χωνευτοὺς θεούς των καὶ θὰ διαλύσετε ὅλας τὰς εἰδωλολατρικάς των στήλας.

Τρεμπέλα

θὰ καταστρέψετε καὶ θὰ ἐξοντώσετε ὅλους, ὅσους κατοικοῦν εἰς τὴν χώραν αὐτήν, ἀπὸ ἐμπρός σας, θὰ κατεδαφίσετε καὶ θὰ καταστρέψετε ὅλα τὰ ὑψώματα, ὅπου γίνεται ἡ λατρεία τῶν εἰδώλων, καὶ ὅλα τὰ εἴδωλα τῶν θεῶν των, ποὺ εἶναι κατασκευασμένα ἀπὸ χωνευτὸν μέταλλον, θὰ κατεδαφίσετε καὶ θὰ καταστρέψετε ὅλες τὶς εἰδωλολατρικὲς στῆλες των (τοὺς ὀβελίσκους).

Ἀριθ. 33,53

καὶ ἀπολεῖτε πάντας τοὺς κατοικοῦντας τὴν γῆν καὶ κατοικήσετε ἐν αὐτῇ· ὑμῖν γὰρ δέδωκα τὴν γῆν αὐτῶν ἐν κλήρῳ.

Κολιτσάρα

Θὰ ἐξολοθρεύσετε ὅλους τοὺς κατοίκους τῆς χώρας καὶ θὰ κατοικήσετε σεῖς εἰς αὐτήν· διότι εἰς σᾶς ὡς κληρονομίαν ἔδωκα τὴν χώραν αὐτῶν.

Τρεμπέλα

Θὰ καταστρέψετε καὶ θὰ ἐξολοθρεύσετε ὅλους, ὅσους κατοικοῦν εἰς τὴν χώραν, καὶ θὰ κατοικήσετε εἰς αὐτὴν σεῖς· διότι εἰς σᾶς ἔδωκα τὴν γῆν αὐτὴν ὡς κληρονομίαν.

Ἀριθ. 33,54

καὶ κατακληρονομήσετε τὴν γῆν αὐτῶν ἐν κλήρῳ κατὰ φυλὰς ὑμῶν· τοῖς πλείοσι πληθυνεῖτε τὴν κατάσχεσιν αὐτῶν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσετε τὴν κατάσχεσιν αὐτῶν· εἰς ὃ ἂν ἐξέλθῃ τὸ ὄνομα αὐτοῦ ἐκεῖ, αὐτοῦ ἔσται· κατὰ φυλὰς πατριῶν ὑμῶν κληρονομήσετε.

Κολιτσάρα

Θὰ διαμοιράσετε διὰ κλήρου εἰς τὰς φυλάς σας τὴν χώραν αὐτήν, ἀναλόγως πρὸς τὸν πληθυσμὸν ἑκάστης φυλῆς. Εἰς τὰς φυλὰς ποὺ ἔχουν μεγαλύτερον ἀριθμὸν θὰ δώσετε μεγαλυτέραν κληρονομίαν, καὶ εἰς τὰς φυλὰς ποὺ ἔχουν ὀλιγώτερον πληθυσμόν, θὰ δώσετε μικροτέραν κληρονομίαν. Ἡ περιοχή, διὰ τὴν ὁποίαν κατὰ τὴν κλήρωσιν θὰ ἐξέλθῃ τὸ ὄνομα τῆς φυλῆς, θὰ εἶναι ἰδική της. Ἡ διανομὴ θὰ γίνῃ σύμφωνα μὲ τὰς φυλὰς τῶν Ἰσραηλιτῶν.

Τρεμπέλα

Καὶ σεῖς θὰ διαμοιράσετε τὴν χώραν των με κλήρους, διὰ τὴν θέσιν τῆς κάθε φυλῆς· εἰς αὐτοὺς ποὺ εἶναι περισσότεροι, θὰ δώσετε μεγαλυτέραν ἔκτασιν γῆς, καὶ εἰς αὐτοὺς ποὺ εἶναι ὀλιγώτεροι, θὰ δώσετε μικροτέραν ἔκτασιν γῆς. Ἡ περιοχή, ἡ ὁποία θὰ κληρωθῇ κατὰ τὴν κλήρωσιν εἰς τὸ ὄνομα μιᾶς φυλῆς, θὰ ἀνήκῃ εἰς αὐτὴν τὴν φυλήν. Ἡ κληρονομία καὶ ἡ διανομὴ τῆς χώρας θὰ γίνῃ κατὰ τὶς πατριαρχικὲς φυλές.

Ἀριθ. 33,55

ἐὰν δὲ μὴ ἀπολέσητε τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἔσται οὓς ἐὰν καταλίπητε ἐξ αὐτῶν, σκόλοπες ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν καὶ βολίδες ἐν ταῖς πλευραῖς ὑμῶν καὶ ἐχθρεύσουσιν ὑμῖν ἐπὶ τῆς γῆς, ἐφ’ ἣν ὑμεῖς κατοικήσετε,

Κολιτσάρα

Ἐὰν ὅμως δὲν ἐξοντώσετε ἀπὸ ἐμπρός σας τελείως τοὺς κατοίκους τῆς χώρας αὐτῆς, ἐκεῖνοι τοὺς ὁποίους θὰ ἀφήσετε, θὰ γίνουν διὰ σᾶς καρφὶ εἰς τὰ μάτια σας καὶ μάχαιρα εἰς τὰ πλευρά σας. Θὰ εἶναι οἱ παντοτεινοὶ ἐχθροί σας εἰς τὴν χώραν, ὅπου θὰ κατοικήσετε.

Τρεμπέλα

Ἐὰν ὅμως δὲν καταστρέψετε καὶ δὲν ἐξοντώσετε ἀπὸ ἐμπρός σας ὅλους, ὅσους κατοικοῦν εἰς τὴν Χαναάν, τότε θὰ συμβῇ τοῦτο: Ὅσους θὰ ἀφήσετε νὰ ζήσουν, θὰ εἶναι ἀγκάθια εἰς τὰ μάτια σας καὶ βέλη εἰς τὰ πλευρά σας· θὰ εἶναι μόνιμοι ἐχθροί σας εἰς τὴν χώραν, εἰς τὴν ὁποίαν θὰ κατοικήσετε.

Ἀριθ. 33,56

καὶ ἔσται καθότι διεγνώκειν ποιῆσαι αὐτούς, ποιήσω ὑμᾶς.

Κολιτσάρα

Ἐγὼ δὲ διὰ τὴν παρακοήν σας αὐτὴν θὰ πράξω ἐναντίον σας ὅ,τι εἶχα τὴν ἀπόφασιν νὰ κάμω ἐναντίον ἐκείνων.

Τρεμπέλα

Ἐκτὸς αὐτοῦ θὰ συμβῇ καὶ τοῦτο: Αὐτὸ ποὺ εἶχα κατὰ νοῦν νὰ κάμω εἰς αὐτούς, θὰ τὸ κάμω εἰς σᾶς· δηλαδὴ θὰ σᾶς μεταχειρισθῶ ὡς Χαναναίους καὶ ὄχι ὡς λαὸν ἰδικόν μου».