Ἔσδρας Α' 6
Ἔσδ. Α' 6,1
Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν Ἀγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ οἱ προφῆται ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλὴμ ἐπὶ τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ ἐπ’ αὐτούς.
Κολιτσάρα
Κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Δαρείου, ἐνεφανίσθησαν προφῆται ὁ Ἀγγαῖος καὶ ὁ Ζαχαρίας ὁ υἱὸς τοῦ Ἀδδὼ εἰς τοὺς Ἰουδαίους, οἱ ὁποῖοι εὑρίσκοντο εἰς τὴν Ἱερουσαλὴμ καὶ ἐπροφήτευον ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ τοῦ Ἰσραήλ.
Τρεμπέλα
Κατὰ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας τοῦ Δαρείου ἐπροφήτευαν μεταξὺ τῶν Ἰουδαίων, οἱ ὁποῖοι διέμεναν εἰς τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν, καὶ ὠμιλοῦσαν πρὸς αὐτοὺς ἐν ὀνόματι Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραήλ, οἱ προφῆται Ἀγγαῖος καὶ Ζαχαρίας, ὁ ἀπόγονος τοῦ Ἀδδώ.
Ἔσδ. Α' 6,2
τότε στὰς Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν Ἱερουσαλήμ, συνόντων τῶν προφητῶν τοῦ Κυρίου βοηθούντων αὐτοῖς.
Κολιτσάρα
Τότε ὁ Ζοροβάβελ ὁ υἱὸς τοῦ Σαλαθιήλ, καὶ ὁ Ἰησοῦς ὁ υἱὸς τοῦ Ἰωσεδέκ, ἤρχισαν μὲ θάρρος καὶ ἐπιμονὴν νὰ ἀνοικοδομοῦν τὸν ναὸν τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλὴμ παρόντων καὶ τῶν προφητῶν αὐτῶν τοῦ Κυρίου, οἱ ὁποῖοι καὶ τοὺς ἐβοηθοῦσαν.
Τρεμπέλα
Τότε δὲ ἀκριβῶς ἀνέλαβε τὴν πρωτοβουλίαν ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιήλ, μαζὶ μὲ τὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσεδέκ, καὶ ἄρχισαν τὸ ἔργον τῆς ἀνεγέρσεως τοῦ Ναοῦ τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ, μὲ τὴν συμπαράστασιν καὶ βοήθειαν τῶν δύο αὐτῶν Προφητῶν.
Ἔσδ. Α' 6,3
ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι καὶ εἶπαν αὐτοῖς·
Κολιτσάρα
Κατὰ τὸν καιρὸν ἐκεῖνον ἦλθαν πρὸς τοὺς Ἰουδαίους τῆς Ἱερουσαλὴμ ὁ Σισίννης, ὁ διοικητὴς τῆς Συρίας καὶ τῆς Φοινίκης, ὁ Σαθραβουζάνης καὶ οἱ σύντροφοί των καὶ εἶπαν πρὸς τοὺς Ἰουδαίους·
Τρεμπέλα
Ἦλθεν ὅμως τότε καὶ τοὺς συνήντησεν ὁ ἔπαρχος τῆς Συρίας καὶ τῆς Φοινίκης Σισίννης μαζὶ μὲ τὸν Σαθραβουζάνην καὶ τοὺς συμμάχους των καὶ τοὺς εἶπαν:
Ἔσδ. Α' 6,4
τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε, καὶ τὴν στέγην ταύτην καὶ τὰ ἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἰκοδόμοι οἱ ταῦτα ἐπιτελοῦντες;
Κολιτσάρα
«ποῖος εἶναι ἐκεῖνος ὁ ὁποῖος σᾶς ἔδωσε τὴν διαταγὴν καὶ τὴν ἄδειαν νὰ ἀνοικοδομήσετε τὸν ναὸν τοῦτον, ἐπάνω εἰς τὸν ὁποῖον θέτετε αὐτὴν τὴν στέγην, ὅπως ἐπίσης καὶ νὰ ἐκτελῆτε ὅλα τὰ ἄλλα ἔργα; Ποῖοι εἶναι οἱ κτῖσται, οἱ ὁποῖοι ἐκτελοῦν τὴν ἀνοικοδόμησιν αὐτήν;»
Τρεμπέλα
«Ἀπὸ ποῖον ἐπήρατε τὴν ἔγκρισιν καὶ οἰκοδομεῖτε αὐτὸν τὸν Ναὸν καὶ βάζετε ἤδη καὶ τὴν στέγην του καὶ κάμνετε ὅλα αὐτά, ποὺ κάμνετε; Καὶ ποιοὶ εἶναι οἱ οἰκοδόμοι, ποὺ ἀνέλαβαν καὶ προχωροῦν αὐτὰ τὰ ἔργα;»
Ἔσδ. Α' 6,5
καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενομένης ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ Κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων
Κολιτσάρα
Οἱ προϊστάμενοι τῶν Ἰουδαίων ἔδωσαν ἰκανοποιητικὰς ἐξηγήσεις καὶ ἀπαντήσεις καὶ εὑρῆκαν χάριν ἐνώπιον τῶν ἀρχόντων ἐκείνων, διότι ὁ Κύριος εἶχεν ἐπιβλέψει μὲ εὐμένειαν εἰς τοὺς ἐκ τῆς αἰχμαλωσίας ἐπανελθόντας.
Τρεμπέλα
Ἐφώτισε δὲ ὁ Κύριος, ποὺ ἐπέβλεπε μὲ εὐμένειαν πρὸς τοὺς ἀπελευθέρους ἀπὸ τὴν αἰχμαλωσίαν Ἰουδαίους, τοὺς προεστούς των καὶ ἔδωσαν ἀπαντήσεις, ποὺ ἰκανοποίησαν τὸν ἔπαρχον τῆς Συρίας καὶ τοὺς ὑπολοίπους.
Ἔσδ. Α' 6,6
καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς, μέχρις οὗ ὑποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.
Κολιτσάρα
Διὰ τοῦτο δὲ καὶ δὲν ἠμποδίσθησαν ἀπὸ τὴν ἀνοικοδόμησιν, μέχρις ὅτου τὸ γεγονὸς ἀνεφέρθη εἰς τὸν Δαρεῖον, ἀπὸ τὸν ὁποῖον καὶ ἦλθεν ἡ σχετικὴ ἀπάντησις.
Τρεμπέλα
Ἔτσι δὲν ἐμποδίσθηκαν οἱ Ἰουδαῖοι εἰς τὸ ἔργον τῆς ἀνοικοδομήσεως. Συνέχισαν τὸ ἔργον τῶν καὶ κατὰ τὸ διάστημα ποὺ οἱ ἄρχοντες αὐτοὶ ἔστειλαν εἰδικὴν ἀναφορὰν εἰς τὸν βασιλέα Δαρεῖον διὰ τὸ θέμα αὐτὸ καὶ ἕως ὅτου πάρουν τὴν σχετικὴν ἀπάντησιν τοῦ βασιλέως.
Ἔσδ. Α' 6,7
Ἀντίγραφον ἐπιστολῆς, ἧς ἔγραψε Δαρείῳ καὶ ἀπέστειλαν· «Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνεταῖροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες βασιλεῖ Δαρείῳ χαίρειν.
Κολιτσάρα
Ἀντίγραφαν τῆς ἐπιστολῆς, τὴν ὁποίαν ἔγραψον καὶ ἔστειλαν πρὸς τὸν Δαρεῖον, εἶναι τὸ ἐξῆς· «ὁ Σισίννης ὁ διοικητὴς τῆς Συρίας καὶ τῆς Φοινίκης καὶ ὁ Σαθραβουζάνης καὶ οἱ σύντροφοί των οἱ ἡγεμόνες εἰς τὴν Συρίαν καὶ τὴν Φοινίκην χαιρετίζουν εὐλαβῶς τὸν βασιλέα Δαρεῖον.
Τρεμπέλα
Τὸ δὲ ἀκριβὲς ἀντίγραφον τῆς ἐπιστολῆς, τὴν ὁποίαν ἔγραψαν καὶ ἀπέστειλαν αὐτοὶ εἰς τὸν Δαρεῖον, εἶναι τὸ ἑξῆς: «Ὁ Σισίννης, ὁ ἔπαρχος τῆς Συρίας καὶ Φοινίκης, καὶ ὁ Σαθραβουζάνης καὶ οἱ σύμμαχοί των ἡγεμόνες, ποὺ εὑρίσκονται εἰς τὴν Συρίαν καὶ τὴν Φοινίκην, εὔχονται εἰς τὸν βασιλέα Δαρεῖον νὰ χαίρῃ καὶ νὰ εὐτυχῇ.
Ἔσδ. Α' 6,8
πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ, ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας καὶ ἐλθόντες εἰς Ἱερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἱερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ Κυρίῳ μέγαν, καινὸν διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς τοίχοις,
Κολιτσάρα
Ἂς γίνουν ὅλα γνωστὰ εἰς τὸν κύριον ἡμῶν τὸν βασιλέα. Ὅτι δηλαδὴ ἡμεῖς μετέβημεν εἰς τὴν χώραν τῆς Ἰουδαίας, ἤλθομεν εἰς τὴν πόλιν τῆς Ἱερουσαλὴμ καὶ ἐκεῖ εὑρήκαμεν τοὺς ἀρχηγοὺς τῶν Ἰουδαίων, ποὺ ἐπανῆλθαν ἀπὸ τὴν αἰχμαλωσίαν εἰς τὴν Ἱερουσαλήμ, νὰ ἀνοικοδομοῦν μεγάλον καὶ καινουργῆ ναὸν εἰς τὸν Κύριον μὲ λίθους πολυτελεῖς πελεκητοὺς καὶ μὲ ξύλα ἐντιθέμενα μέσα εἰς τοὺς τοίχους.
Τρεμπέλα
Θέλομεν νὰ γνωστοποιήσωμεν τὰ πάντα εἰς τὸν κύριον καὶ βασιλέα μας διὰ τὸ ἑξῆς θέμα: Ἐπήγαμεν εἰς τὴν χώραν τῆς Ἰουδαίας καί, ὅταν ἐφθάσαμεν εἰς τὴν πόλιν Ἱερουσαλήμ, εἴδαμεν τοὺς προεστοὺς τῶν Ἰουδαίων, ποὺ εἶχαν ἐπιστρέφει ἀπὸ τὴν αἰχμαλωσίαν εἰς τὴν πόλιν Ἱερουσαλήμ, νὰ οἰκοδομοῦν πρὸς τιμὴν τοῦ Κυρίου νέον μεγάλον Ναὸν μὲ λίθους πολυτελεῖς πελεκητοὺς καὶ μὲ ξύλα, ποὺ τὰ ἐτοποθετοῦσαν ἐνδιαμέσως εἰς τοὺς τοίχους διὰ τὴν στερέωσίν των.
Ἔσδ. Α' 6,9
καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἐν πάσῃ δόξῃ, καὶ ἐπιμελείᾳ συντελούμενον.
Κολιτσάρα
Τὰ ἔργα τῆς ἀνοικοδομήσεως πραγματοποιοῦνται μὲ μεγὰλον ζῆλον καὶ διὰ τοῦτο κατευοδώνεται ὁλο τὸ ἔργον, τὸ ὁποῖον εὑρίσκεται εἰς τὰ χέρια αὐτῶν καὶ ὁλοκληρώνεται μὲ κάθε λαμπρότητα καὶ ἐπιμέλειαν.
Τρεμπέλα
Τὰ ἔργα αὐτὰ τὰ ἔκαμναν μὲ ζῆλον καὶ σπουδὴν καὶ τὸ ὅλον ἔργον τῆς ἀνοικοδομήσεως προώδευε χάρις εἰς τὸν κόπον τῶν χεριῶν των καὶ ἐγίνετο σπουδαῖον καὶ λαμπρόν, μὲ πολλὴν ἐπιμέλειαν.
Ἔσδ. Α' 6,10
τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες· τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα θεμελιοῦτε;
Κολιτσάρα
Τότε ζητήσαμεν πληροφορίας ἀπὸ τοὺς ἀρχηγούς των καὶ τοὺς εἴπαμεν· Κατόπιν διαταγῆς καὶ ἀδείας τίνος ἀνοικοδομεῖτε τὸν ναὸν τοῦτον καὶ θεμελιώνετε αὐτὰ τὰ ἔργα;
Τρεμπέλα
Ἐρωτήσαμεν τότε τοὺς προεστοὺς τῶν Ἰουδαίων καὶ τοὺς εἴπαμεν: «Ποοὸς σᾶς ἔδωσε τὴν ἄδειαν καὶ οἰκοδομεῖτε αὐτὸν τὸν Ναὸν καὶ ἐθεμελιώσατε αὐτὰ τὰ ἔργα;»
Ἔσδ. Α' 6,11
ἐπερωτήσαμεν οὖν αὐτοὺς εἵνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.
Κολιτσάρα
Τοὺς ἠρωτήσαμεν δέ, διὰ νὰ γράψωμεν πρὸς σὲ καὶ σοῦ καταστήσωμεν γνωστοὺς τοὺς ἀνθρώπους, ποὺ ἔχουν τὴν ἀρχηγίαν καὶ τὴν εὐθύνην τοῦ ἔργου αὐτοῦ. Ἐζητήσαμεν, λοιπόν, ἀπὸ αὐτοὺς τὰ ὀνόματα τῶν ἀρχηγῶν των.
Τρεμπέλα
Τοὺς ἐρωτήσαμεν δὲ λεπτομερῶς, διότι ἠθέλαμεν νὰ σοῦ γνωστοποιήσωμεν τὸ γεγονὸς καὶ νὰ σοῦ στείλωμεν κατάλογον ὀνομαστικὸν τῶν ἀνθρώπων, ποὺ πρωτοστατοῦν εἰς τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ των. Δι’ αὐτὸ ἐζητήσαμεν τὰ ὀνόματα καὶ τὰ στοιχεῖα τῶν προϊσταμένων των.
Ἔσδ. Α' 6,12
οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες· ἡμεῖς ἐσμεν παῖδες τοῦ Κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν·
Κολιτσάρα
Ἐκεῖνοι μᾶς ἀπήντησαν καὶ εἶπαν· Ἡμεῖς εἴμεθα δοῦλοι Κυρίου τοῦ Θεοῦ, ὁ ὁποῖος ἐδιμιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Τρεμπέλα
Καὶ αὐτοὶ ἀπεκρίθησαν καὶ μᾶς εἶπαν: «Ἐμεῖς εἴμαστε δοῦλοι τοῦ Κυρίου, ὁ Ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Ἔσδ. Α' 6,13
καὶ ᾠκοδόμητο οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ καὶ ἐπετελέσθη.
Κολιτσάρα
Ὁ ναὸς αὐτὸς εἶχεν οἰκοδομηθῆ προηγουμένως ἐδῶ καὶ πολλὰ χρόνια ὑπὸ ἑνὸς μεγάλου καὶ ἰσχυροῦ βασιλέως τῶν Ἰσραηλιτῶν καὶ εἶχεν ἀποπερατωθῆ ὑπ’ αὐτοῦ.
Τρεμπέλα
Εἰς τὸν τόπον αὐτόν, πρὶν ἀπὸ πολλὰ χρόνια, ἕνας δυνατὸς καὶ μεγάλος βασιλεὺς τοῦ Ἰσραὴλ ἔκτισε Ναὸν τοῦ Κυρίου καὶ τὸν ἀποπεράτωσε.
Ἔσδ. Α' 6,14
καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν Κύριον τοῦ Ἰσραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων·
Κολιτσάρα
Ἐπειδὴ ὅμως οἱ πρόγονοί μας ἡμάρτησαν καὶ παρώργισαν Κύριον τὸν Θεὸν τοῦ ἰσραηλιτικοῦ λαοῦ, ὁ ὁποῖος κατοικεῖ εἰς τὸν οὐρανόν, παρέδωκεν αὐτοὺς δούλους εἰς τὰ χέρια τοῦ Ναβουχοδονόσορός, ὁ ὁποῖος, μὲ πρωτεύουσαν τὴν Βαβυλῶνα, ἦτο βασιλεὺς τῶν Χαλδαίων.
Τρεμπέλα
Ἐπειδὴ ὅμως οἱ πρόγονοί μας μὲ τὰς ἁμαρτίας των ἐλύπησαν καὶ ἐπίκραναν τὸν Κύριον καὶ Θεὸν τοῦ Ἰσραήλ, τὸν οὐράνιον βασιλέα μας, τοὺς ἐτιμώρησεν Ἐκεῖνος μὲ τὸ νὰ τοὺς παραδώσῃ εἰς τὰ χέρια τοῦ βασιλέως τῆς Βαβυλῶνος,ποὺ ἐλέγετο Ναβονχοδονόσορ καὶ ἦτο βασιλεὺς τῶν Χαλδαίων.
Ἔσδ. Α' 6,15
τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.
Κολιτσάρα
Τότε δὲ οἱ Χαλδαῖοι ἐκεῖνοι κατεκρήμνισαν τὸν ναὸν καὶ τὸν παρέδωσαν εἰς τὸ πῦρ, τὸν δὲ λαὸν ἔφεραν αἰχμάλωτον εἰς τὴν Βαβυλῶνα.
Τρεμπέλα
Τότε λοιπὸν οἱ Χαλδαῖοι κατεκρήμνισαν καὶ ἔκαναν ἐκεῖνον τὸν Ναὸν καὶ αἰχμαλώτισαν τὸν Ἰουδαϊκὸν λαὸν καὶ τὸν ἔσυραν εἰς τὴν Βαβυλῶνα.
Ἔσδ. Α' 6,16
ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος τὸν οἶκον τοῦτον οἰκοδομῆσαι·
Κολιτσάρα
Ἀλλά, ὅταν ἔγινεν βασιλεὺς εἰς τὴν χώραν τῆς Βαβυλῶνος Κῦρος, κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας του ἔγραψε διαταγήν, διὰ τῆς ὁποίας ἐπέτρεπε νὰ ἀνοικοδομηθῇ ὁ ναὸς οὗτος.
Τρεμπέλα
Κατὰ τὸ πρῶτον ὅμως ἔτος τῆς βασιλείας τὸν βασιλέως τὸν κράτους τῆς Βαβυλῶνος Κῦρου ἐδόθη ἀπὸ τὸν βασιλέα Κῦρον γραπτὴ ἄδεια καὶ ἐντολὴ διὰ τὴν ἀνοικοδόμησιν τὸν Ναοῦ αὐτοῦ.
Ἔσδ. Α' 6,17
καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνίᾳ, καὶ παρεδόθη Σαβανασσάρῳ Ζοροβάβελ τῷ ἐπάρχῳ,
Κολιτσάρα
Τὰ δὲ ἱερὰ σκεύη καὶ τὰ ἀργυρᾶ, τὰ ὁποῖα ὁ Ναβουχοδονόσορ εἶχε μεταφέρει ἀπὸ τὸν ναὸν τῆς Ἱερουσαλήμ καὶ τὰ εἶχε τοποθετήσει εἰς τὸν ἰδικόν του ναόν, ὁ βασιλεὺς Κῦρος τὰ ἐπῆρε πάλι ἀπὸ τὸν ναὸν τῆς Βαβυλῶνος καὶ τὰ παρέδωκεν εἰς τὸν Ζοροβάβελ, ὁ ὁποῖος ἦτο Σαβανάσσαρος, δηλαδὴ ἀρχηγὸς τῶν Ἰουδαίων.
Τρεμπέλα
Ἔβγαλε μάλιστα ὁ βασιλεὺς Κῦρος ἀπὸ τὸν ναὸν τῆς Βαβυλῶνος καὶ τὰ ἱερὰ σκεύη, τὰ χρυσᾶ καὶ τὰ ἀσημένια, τὰ ὁποῖα εἶχε πάρει ὁ Ναβουχοδονόσορ ἀπὸ τὸν Ναὸν τῆς Ἱερουσαλὴμ καὶ τὰ εἶχε βάλει εἰς τὸν ναόν του, καὶ τὰ παρέδωσεν εἰς τὸν Σαβανάσσαρον Ζοροβάβελ, ποὺ ἦτο διοικητὴς τῶν Ἰουδαίων.
Ἔσδ. Α' 6,18
καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκε πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ἱερουσαλὴμ καὶ τὸν ναὸν τοῦ Κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου.
Κολιτσάρα
Ἐδόθη δὲ εἰς αὐτὸν ἡ διαταγὴ νὰ ἐπανέλθῃ. Αὐτός, λοιπόν, ἐπανέφερεν ὅλα αὐτὰ τὰ ἱερὰ σκεύη, διὰ νὰ τὰ ἐπανατοποθετήσῃ εἰς τὸν ναὸν τῆς Ἱερουσαλήμ, ἀφοῦ πρῶτον ἀνοικοδομηθῇ οὗτος εἰς τὸν τόπον, ὅπου ὑπῆρχε προηγουμένως.
Τρεμπέλα
Διέταξε δὲ ὁ βασιλεὺς Κῦρος τὸν Ζοροβάβελ καὶ τὰ ἐπανέφερεν εἰς τὸν τόπον των, διὰ να τὰ ἀποθέσῃ εἰς τὸν Ναὸν τῆς Ἱερουσαλήμ. Τὸν διέταξεν ἐπίσης νὰ κτίσῃ τὸν Ναὸν τὸν Κυρίου εἰς τὸν τόπον, ὅπου ἦτο κτισμένος προηγουμένως.
Ἔσδ. Α' 6,19
τότε ὁ Σαβανάσσαρος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἱερουσαλήμ, καὶ ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβε συντέλειαν.
Κολιτσάρα
Τότε ὁ Σαβανάσσαρος, ὁ διοικητὴς τῶν Ἰουδαίων, ἦλθε καὶ ἔθεσε τὰ θεμέλια τοῦ ναοῦ τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ. Καὶ ἀπὸ τὴν ἡμέραν ἐκείνην ἕως τώρα ἀνοικοδομεῖται αὐτὸς ὁ ναός, ἀλλὰ ἀκόμη δὲν ἔχει ἀποπερατωθῇ
Τρεμπέλα
Κατόπιν τῆς διαταγῆς αὐτῆς τοῦ βασιλέως ὁ Σαβανάσσαρος ἦλθεν ἐδῶ καὶ ἐθεμελίωσε τὸν Ναὸν τὸν Κυρίου εἰς τὴν Ἱερουσαλήμ. Αὐτὸς εἶναι ὁ Ναός, ποὺ οἰκοδομεῖται ἀπὸ ἐκείνην τὴν ἡμέραν ἕως τώρα καὶ ποὺ δὲν ἔχει ὁλοκληρωθῇ ἀκόμη».
Ἔσδ. Α' 6,20
νῦν οὖν εἰ κρίνεται, βασιλεῦ, ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ Κύρου·
Κολιτσάρα
Ἐὰν λοιπόν, βασιλεῦ, εἶναι τῆς ἐγκρίσεώς σου, ἂς ἐρευνηθοῦν τὰ βασιλικὰ ἀρχεῖα τοῦ Κύρου.
Τρεμπέλα
Τώρα λοιπόν, μεγαλειότατε, ἐὰν τὸ κρίνετε σωστόν, ἂς γίνῃ ἔρευνα εἰς τὰ βασιλικὰ Ἀρχεῖα τὸν βασιλέως Κύρου.
Ἔσδ. Α' 6,21
καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἱερουσαλὴμ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων».
Κολιτσάρα
Ἐὰν δὲ εὑρεθῇ ὅτι ἡ γενομένη ἀνοικοδόμησις τοῦ ναοῦ τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλὴμ εἶναι, σύμφωνος μὲ τὴν γνώμην τοῦ βασιλέως Κύρου, ἔχει δὲ καὶ τὴν ἔγκρισιν τοῦ κυρίου καὶ βασιλέως μας ἡ ἐργασία αὐτή, ἂς σταλῇ πρὸς ἡμᾶς σχετικὴ ἀπάντησις ἐπὶ τοῦ ζητήματος τούτου».
Τρεμπέλα
Καὶ ἐὰν διαπιστωθῆ ὅτι πράγματι ἡ ἀνοικοδόμησις αὐτὴ τοῦ Ναοῦ τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλὴμ εἶναι σύμφωνος πρὸς τὴν γνώμην τὸν βασιλέως Κύρου καὶ ἐὰν ἐπίσης ἐγκρίνεται καὶ ἀπὸ σέ, τὸν κύριον καὶ βασιλέα μας, παρακαλοῦμεν νὰ μᾶς δώσετε κάποιαν ἀπάντησιν, διὰ νὰ γνωρίζωμεν τὶ νὰ κάμωμεν ὡς πρὸς τὰ θέματα αὐτά».
Ἔσδ. Α' 6,22
Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς, ἐν ᾧ ὑπομνημάτιστο τάδε·
Κολιτσάρα
Τότε ὁ βασιλεὺς Δαρεῖος ἔδωσε διαταγὴν νὰ ἐρευνηθοῦν τὰ ἀρχεῖα, τὰ ὁποῖα εὑρίσκοντο εἰς τὴν Βαβυλῶνα. Ἐκεῖ, εἰς τὸν πύργον τῶν Ἐκβατάνων εἰς τὴν χώραν τῆς Μηδίας, εὑρέθη πράγματι ἔνας τόμος, εἰς τὸν ὁποῖον εἶχον καταγραφῆ τὰ ἐξῆς·
Τρεμπέλα
Τότε ὁ βασιλεὺς Δαρεῖος διέταξε νὰ ἐρευνήσουν οἱ ἁρμόδιοι ὑπάλληλοι τὰ Ἀρχεῖα, ποὺ ὑπῆρχαν εἰς τὴν Βαβυλῶνα, καὶ εὑρέθη πράγματι εἰς τὸν πύργον τῶν Ἐκβατάνων, πόλεως τῆς χώρας Μηδίας, ἕνας τόμος, εἰς τὸν ὁποῖον εἶχαν καταγραφῆ τὰ ἑξῆς:
Ἔσδ. Α' 6,23
«Ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξε τὸν οἶκον τοῦ Κυρίου τὸν ἐν Ἱερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσι διὰ πυρὸς ἐνδελεχοῦς,
Κολιτσάρα
«Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Κύρου ὁ βασιλεὺς Κῦρος ἔδωσε διαταγὴν νὰ ἀνοικοδομήσουν τὸν ναὸν τοῦ Κυρίου τὸν εἰς τὴν Ἱερουσαλήμ, ὅπου οἱ ἱερεῖς τῶν Ἰουδαίων θὰ προσφέρουν τὰς θυσίας των ἐπὶ τοῦ παντοτεινοῦ ἐκεῖ πυρός.
Τρεμπέλα
«Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Κύρου ὁ βασιλεὺς Κῦρος διέταξε νὰ ἀνεγείρουν τὸν Ναὸν τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ, εἰς τὸν ὁποῖον θὰ προσφέρωνται θυσίαι ἐπάνω εἰς τὴν φωτιὰν τοῦ θυσιαστηρίου, ποὺ θὰ καίῃ συνεχῶς.
Ἔσδ. Α' 6,24
οὗ τὸ ὕψος πηχῶν ἑξήκοντα, πλάτος πηχῶν ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως,
Κολιτσάρα
Τὸ ἱερὸς τοῦ ναοῦ τούτου θὰ εἶναι ἑξήκοντα ἑβραϊκοὶ πήχεις, τὸ δὲ πλάτος θὰ εἶναι ἐπίσης ἑξήκοντα πήχεις. Ὁ ναὸς θὰ κτισθῇ μὲ τρεῖς σειρὰς πελεκητοὺς μεγάλους λίθους καὶ μὲ μίαν ἐσωτερικὴν σειρὰν ἐγχωρίου καινούργιου ξύλου. Ἡ δαπάνη, ποὺ θὰ ἀπαιτηθῇ, δίδεται ἀπὸ τὸ βασιλικὸν ταμεῖον τοῦ βασιλέως Κύρου.
Τρεμπέλα
Τὸ ὕψος τοῦ Ναοῦ αὐτοῦ θὰ εἶναι ἑξῆντα πήχεις (τριάντα περίπου μέτρα) καὶ τὸ πλάτος του ἐπίσης ἑξῆντα πήχεις. Θὰ κτισθῇ δὲ μὲ τρεῖς σειρὰς πελεκητῶν λίθων καὶ μίαν σειρὰν ἐντοιχισμένου, ἐγχωρίου καινούργιου ξύλου. Τὰ ἔξοδα διὰ τὴν ἀνοικοδόμησίν του θὰ καλυφθοῦν ἀπὸ τὸ ταμεῖον τοῦ βασιλέως Κύρου.
Ἔσδ. Α' 6,25
καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἱερουσαλήμ, οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ.
Κολιτσάρα
Ἐπίσης καὶ τὰ ἱερὰ σκεύη τοῦ ναοῦ τοῦ Κυρίου, χρυσᾶ καὶ ἀργυρᾶ, τὰ ὁποῖα ἐπῆρεν ὁ Ναβουχοδονόσορ ἀπὸ τὸν ναὸν τῆς Ἱερουσαλὴμ καὶ τὰ μετέφερεν εἰς τὴν Βαβυλῶνα, νὰ ἀποκατασταθοῦν πάλιν εἰς τὸν ναὸν τῆς Ἱερουσαλήμ, ὅπου προηγουμένως ὑπῆρχον καὶ νὰ τοποθετηθοῦν ἐκεῖ».
Τρεμπέλα
Διέταξεν ἐπίσης ὁ βασιλεὺς Κῦρος νὰ ἐπιστραφοῦν εἰς τὴν θέσιν των καὶ νὰ τοποθετηθοῦν ἐκεῖ, ὅπου ἦσαν προηγουμένως, εἰς τὸν Ναὸν δηλαδὴ τῆς Ἱερουσαλήμ, τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Κυρίου, καὶ τὰ χρυσᾶ καὶ τὰ ἀσημένια, τὰ ὁποῖα εἶχε πάρει ἀπὸ τὸν Ναὸν τῆς Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ καὶ τὰ εἶχε μεταφέρει εἰς τὴν Βαβυλῶνα».
Ἔσδ. Α' 6,26
προσέταξε δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβάβελ, ἔπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων τὸν οἶκον τοῦ Κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου.
Κολιτσάρα
Διέταξε, λοιπόν, ὁ Δαρεῖος τὸν Σισίννην διοικητὴν τῆς Συρίας καὶ τῆς Φοινίκης, τὸν Σαθραβουζάνην καὶ τοὺς συντρόφους αὐτῶν, ὅπως ἐπίσης καὶ τοὺς εἰς τὴν Συρίαν καὶ τὴν Φοινίκην τοποθετημένους ἡγεμόνας, νὰ μὴ ἐπέμβουν εἰς τὸν τόπον τῆς Ἱερουσαλήμ, ἀλλὰ νὰ ἀφήσουν ἐλεύθερον τὸν Ζοροβάβελ, τὸν δοῦλον τοῦ Κυρίου, τὸν διοικητὴν αὐτὸν τῆς Ἰουδαίας καὶ τοὺς πρεσβυτέρους ἐκ τῶν Ἰουδαίων νὰ ἀνοικοδομήσουν ἐκεῖνον τὸν ναὸν τοῦ Κυρίου εἰς τὸν τόπον, ὅπου ὑπῆρχε προηγουμένως.
Τρεμπέλα
Κατόπιν τούτου ὁ βασιλεὺς Δαρεῖος διέταξε τὸν Σισίννην, τὸν ἔπαρχον τῆς Συρίας καὶ τῆς Φοινίκης, καὶ τὸν Σαθραβουζάνην καὶ τοὺς συντρόφους των, καθὼς καὶ τοὺς ἄλλους ἡγεμόνας, ποὺ ἦσαν τοποθετημένοι εἰς τὴν Συρίαν καὶ τὴν Φοινίκην, νὰ φροντίσουν, ὥστε νὰ ἀπέχουν ἀπὸ κάθε τι, ποὺ ἐσχετίζετο μὲ τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ εἰς τὸν τόπον ἐκεῖνον. Τοὺς διέταξε νὰ ἀφήσουν ἐλευθέρους τὸν δοῦλον τοῦ Κυρίου καὶ διοικητὴν τῆς Ἰουδαίας Ζοροβάβελ καὶ τοὺς προεστοὺς τῶν Ἰουδαίων νὰ ἀνοικοδομήσουν τὸν Ναὸν ἐκεῖνον τοῦ Κυρίου εἰς τὸν τόπον του.
Ἔσδ. Α' 6,27
καὶ ἐγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι καὶ ἀτενίσαι, ἵνα συμποιῶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ Κυρίου·
Κολιτσάρα
Ἐγὼ ἐπίσης δίδω διαταγὴν νὰ ἀποπερατωθῇ τελείως ὁ ἀνοικοδομούμενος αὐτὸς ναός, νὰ προσέξουν δὲ ὅλοι καὶ νὰ φροντίσουν νὰ βοηθήσουν τοὺς Ἰουδαίους, ποὺ ἐπανῆλθαν ἀπὸ τὴν αἰχμαλωσίαν, εἰς τὸ ἔργον των, μέχρις ὅτου αὐτὸς ὁ ναὸς τοῦ Κυρίου ἔλθῃ εἰς πέρας.
Τρεμπέλα
«Διατάσσω καὶ ἐγὼ προσωπικῶς», ἔγραψεν ὁ βασιλεὺς Δαρεῖος, «νὰ ὁλοκληρωθῇ ἡ ἀνοικοδόμησις τοῦ Ναοῦ αὐτοῦ καὶ νὰ προσέξουν ὅλοι καλά, ὥστε νὰ συνεργασθοῦν καὶ νὰ βοηθήσουν αὐτούς, ποὺ ἐπέστρεψαν εἰς τὴν Ἰουδαίαν ἀπὸ τὴν αἰχμαλωσίαν, ἕως ὅτου ἀποπερατωθῇ ὁ Ναὸς τοῦ Κυρίου.
Ἔσδ. Α' 6,28
καὶ ἀπὸ τῆς φορολογίας Κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ Κυρίῳ, Ζοροβάβελ ἐπάρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας,
Κολιτσάρα
Ἐπίσης διατάσσω, ὅπως ἀπὸ τοὺς εἰσπραττομένους φόρους εἰς τὴν Κοίλην Συρίαν καὶ τὴν Φοινίκην δίδεται τακτικῶς ἐπιχορήγησις εἰς αὐτοὺς τοὺς ἀνθρώπους, εἰς τὸν διοικητὴν Ζοροβάβελ, διὰ νὰ προσφέρουν θυσίαν εἰς τὸν Κύριον ταύρους καὶ κριοὺς καὶ ἀρνία.
Τρεμπέλα
Διατάσσω ἐπίσης νὰ δίδεται μὲ κάθε ἐπιμέλειαν ἀπὸ τοὺς φόρους, ποὺ εἰσπράττονται εἰς τὴν Κοίλην Συρίαν καὶ τὴν Φοινίκην, οἰκονομικὴ βοήθεια εἰς τοὺς ἀνθρώπους αὐτοὺς ὡς θυσία εἰς τὸν Κύριον νὰ δίδωνται δηλαδὴ εἰς τὸν Ζοροβάβελ, τὸν διοικητὴν τῶν Ἰουδαίων, χρήματα διὰ νὰ ἀγοράζουν τοὺς ταύρους, τὰ κριάρια καὶ τὰ ἀρνιά.
Ἔσδ. Α' 6,29
ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ’ ἐνιαυτόν, καθὼς ἂν οἱ ἱερεῖς οἱ ἐν Ἱερουσαλὴμ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ’ ἡμέραν ἀναμφισβητήτως,
Κολιτσάρα
Ἐπίσης διατάσσω νὰ δίδεται τακτικῶς κάθε ἔτος σῖτος, ἁλάτι, οἶνος, ἔλαιον, χωρὶς καμμίαν ἀντίρρησιν, τόσα, ὅσα θὰ εἴπουν οἱ ἱερεῖς ὅτι χρειάζονται πρὸς κατανάλωσιν κάθε ἡμέραν εἰς τὴν Ἱερουσαλήμ.
Τρεμπέλα
Νὰ δίδωνται ἐπίσης χωρὶς καμμίαν ἀντίρρησιν σιτάρι, ἁλάτι, κρασὶ καὶ λάδι συνεχῶς κάθε χρόνον, ὅσα ἀκριβῶς ζητήσουν οἱ ἱερεῖς τῆς Ἱερουσαλὴμ ὡς ἀπαραίτητα διὰ τὰς καθημερινὰς θυσίας των.
Ἔσδ. Α' 6,30
ὅπως προσφέρωνται σπονδαὶ τῷ Θεῷ τῷ ὑψίστῳ ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς,
Κολιτσάρα
Αἱ ἐπιχορηγήσεις αὐταὶ θὰ γίνωνται, διὰ νὰ προσφέρωνται θυσίαι πρὸς τὸν Ὕψιστον Θεὸν ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων του καὶ διὰ νὰ προσεύχωνται οἱ ἱερεῖς ὑπὲρ τῆς ζωῆς αὐτῶν.
Τρεμπέλα
Θὰ παίρνουν τὴν οἰκονομικὴν αὐτὴν βοήθειαν διὰ νὰ προσφέρουν σπονδὰς καὶ θυσίας εἰς τὸν ὕψιστον Θεὸν ὑπὲρ τοῦ βασιλέως καὶ τῶν παίδων του καὶ διὰ νὰ προσεύχωνται ὑπὲρ τῆς ζωῆς των».
Ἔσδ. Α' 6,31
καὶ προστάξαι ἵνα ὅσοι ἐὰν παραβῶσί τι τῶν γεγραμμένων καὶ ἀκυρώσωσι, ληφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπὶ τούτου κρεμασθῆναι καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά.
Κολιτσάρα
Νὰ δοθῇ ἐπίσης διαταγή, ὅπως καθένας ὁ ὁποῖος θὰ παραβῇ ἢ θὰ ἀκυρώσῃ μίαν ἀπὸ τὰς ἐντολὰς αὐτάς, νὰ κρεμασθῇ ἐπάνω εἰς ἕνα ξύλον, τὸ ὁποῖον θὰ ληφθῇ ἀπὸ τὰ ἀνήκοντα εἰς τὸν οἶκον του. Τὰ δὲ ὑπάρχοντά του νὰ περιέρχωνται εἰς τὸ βασιλικὸν ταμεῖον.
Τρεμπέλα
Εἶπεν ἐπίσης ὁ βασιλεὺς Δαρεῖος νὰ γραφῇ καὶ ἡ ἐξῆς διαταγή: «Ὅσοι θὰ παραβοῦν κάτι ἀπὸ τὰς γραπτὰς αὐτὰς διαταγὰς καὶ ἀκυρώσουν κάποιαν ἐντολήν, θὰ κρεμασθοῦν ἐπάνω εἰς ἕνα ξύλον, ποὺ θὰ τὸ πάρουν μάλιστα ἀπὸ τὰ ἰδικά τους ξύλα. Ἐπὶ πλέον θὰ δημευθῇ ἡ περιουσία των καὶ θὰ περιέλθῃ εἰς τὸν βασιλέα.
Ἔσδ. Α' 6,32
διὰ ταῦτα καὶ ὁ Κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ.
Κολιτσάρα
Διὰ τοῦτο δὲ καὶ εὔχομαι, ὅπως Κύριος ὁ Θεός, τοῦ ὁποίου τὸ ὄνομα θὰ ἀκούεται καὶ θὰ ἀναφέρεται ἐκεῖ, νὰ ἐξαφανίσῃ κάθε βασιλέα, κάθε ἔθνος, τὸ ὁποῖον θὰ ἁπλώσῃ τὸ χέρι του νὰ ἐμποδίσῃ τὴν ἀνοικοδόμησιν ἢ νὰ ἐπιφέρῃ βλάβας εἰς τὸν ναὸν ἐκεῖνον τοῦ Κυρίου, ὁ ὁποῖος θὰ κτισθῇ εἰς τὴν Ἱερουσαλήμ.
Τρεμπέλα
Εὔχομαι λοιπόν, κατέληξεν ὁ βασιλεύς, ὁ Κύριος, τοῦ Ὁποίου τὸ ὄνομα λατρεύεται εἰς τὸν Ναὸν ἐκεῖνον, νὰ ἐξοντώσῃ κάθε βασιλέα ἡ λαόν, ὁ ὁποῖος θὰ ἀπλώσῃ τὸ χέρι του διὰ νὰ ἐμποδίσῃ τὴν ἀνέγερσιν ἢ νὰ βλάψῃ κατὰ ὁποιουδήποτε τρόπον τὸν Ναὸν ἐκεῖνον τοῦ Κυρίου εἰς τὴν Ἱερουσαλήμ.
Ἔσδ. Α' 6,33
ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίνεσθαι».
Κολιτσάρα
Ἐγὼ ὁ βασιλεὺς Δαρεῖος διέταξα αὐτά. Ἀπαιτῶ δὲ νὰ ἐφαρμοσθοῦν ὅλα αὐτὰ μὲ κάθε ἐπιμέλειαν».
Τρεμπέλα
Ἐγώ, ὁ βασιλεὺς Δαρεῖος, ἀπεφάσισα καὶ διέταξα νὰ γίνουν ὅλα αὐτὰ μὲ κάθε ἐπιμέλειαν».