Ἐσθήρ 2

Ἐσθ. 2,1

Καὶ μετὰ τοὺς λόγους τούτους ἐκόπασεν ὁ βασιλεὺς τοῦ θυμοῦ καὶ οὐκέτι ἐμνήσθη τῆς Ἀστίν, μνημονεύων οἷα ἐλάλησε καὶ ὡς κατέκρινεν αὐτήν.

Κολιτσάρα

Ἀφοῦ ἐπέρασαν τὰ γεγονότα αὐτά, ἔπεσεν ὁ θυμὸς τοῦ βασιλέως καὶ δὲν ἐνεθυμήθη πλέον τὴν Ἀστίν, ἀλλὰ μόνον ἐπανέφερεν εἰς τὴν μνήμην του τὰ λόγια ποὺ αὐτὴ τοῦ εἶχε πεῖ, ὅπως καὶ τὸ γεγονός, ὅτι αὐτὸς τὴν εἶχε καταδικάσει.

Τρεμπέλα

Καὶ μετὰ τὰ συμβάντα ταῦτα κατεπραύνθη ὁ βασιλεὺς ἀπὸ τὸν θυμὸν καὶ δὲν ἐνεθυμήθη πλέον μετὰ συμπαθείας τὴν Ἀστίν, διότι ἐμνημόνευεν ὁποίους λόγους ἀπειθείας εἶπεν ἐκείνη δημοσίᾳ καὶ πῶς ὁ βασιλεὺς κατέκρινε καὶ ἐτιμώρησεν αὐτήν.

Ἐσθ. 2,2

καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως· ζητηθήτω τῷ βασιλεῖ κοράσια ἄφθορα καλὰ τῷ εἴδει·

Κολιτσάρα

Οἱ δοῦλοι τότε τοῦ βασιλέως τοῦ εἶπαν· «ἂς ζητήσωμεν νὰ εὕρωμεν διὰ σέ, βασιλεῦ, ὡραίας νεαρὰς παρθένους.

Τρεμπέλα

Καὶ εἶπον οἱ αὐλικοὶ οἱ εἰς τὴν ἄμεσον ὑπηρεσίαν τοῦ βασιλέως ὡρισμένοι: «Ἂς ζητηθοῦν διὰ τὸν βασιλέα κοράσια ἁγνὰ καὶ ἄφθορα, εὔμορφα.

Ἐσθ. 2,3

καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σοῦσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα· καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια·

Κολιτσάρα

Πρὸς τοῦτο ὁ βασιλεὺς ἂς διορίσῃ εἰς ὅλας τὰς ἐπαρχίας τοῦ βασιλείου ἄρχοντας κατὰ τόπους, νὰ ἀναλάβουν καὶ νὰ ἐπιλέξουν νεαρὰς ὡραίας παρθένους καὶ νὰ φέρουν αὐτὰς εἰς τὴν πόλιν Σοῦσα, εἰς τὸν γυναικωνίτην τοῦ βασιλέως. Αὐταὶ δὲ ἂς παραδοθοῦν εἰς τὸν εὐνοῦχον τοῦ βασιλέως, τὸν φύλακα τῶν γυναικῶν του, ἂς δοθοῦν εἰς αὐτὰς καλλυντικὰ καὶ ἂς καταβληθῇ κάθε προσπάθεια καὶ κάθε ἄλλη φροντὶς διὰ τὴν καλήν των ἐμφάνισιν.

Τρεμπέλα

Καὶ ἂς ἐγκαταστήσῃ ὁ βασιλεὺς ἄρχοντας εἰς τὰς κώμας καὶ τὰς πόλεις εἰς ὅλας τὰς χώρας καὶ ἐπαρχίας τοῦ βασιλείου του καὶ ἂς διαλέξουν οὗτοι κοράσια ἀμόλυντα, παρθενικά, ὡραία εἰς τὸ πρόσωπον καὶ ἂς τὰ στείλουν εἰς τὴν πόλιν Σοῦσα εἰς τὸ διαμέρισμα τῶν ἀνακτόρων, ποὺ διαμένουν ὑπὸ ἐπιτήρησιν αἱ γυναῖκες· καὶ ἂς παραδοθοῦν ταῦτα εἰς τὸν εὐνοῦχον τοῦ βασιλέως, τὸν φρουρὸν ποὺ φυλάττει τὰς γυναῖκας· καὶ ἂς δοθῇ εἰς ἕκαστον ἐξ αὐτῶν καλλυντικὸς σάπων καὶ ἡ λοιπὴ ἐπιμέλεια τοῦ δέρματος καὶ τοῦ σώματός των.

Ἐσθ. 2,4

καὶ ἡ γυνή, ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ Ἀστίν. καὶ ἤρεσε τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως.

Κολιτσάρα

Ἀπὸ αὐτὰς δὲ ἡ γυναῖκα ἐκείνη, ἡ ὁποία θὰ ἀρέσῃ εἰς τὸν βασιλέα, θὰ γίνῃ βασίλισσα ἀντὶ τῆς Ἀστίν». Ἡ πρότασις αὐτὴ ἤρεσεν εἰς τὸν βασιλέα καὶ ἔκαμεν, ὅπως τοῦ εἶπαν.

Τρεμπέλα

Καὶ ἡ γυνή, ἡ ὁποία θὰ ἀρέσῃ εἰς τὸν βασιλέα, αὐτὴ ἀπὸ ὅλας αὐτὰς θὰ βασιλεύσῃ ἀντὶ τῆς Ἀστίν». Καὶ ἤρεσεν εἰς τὸν βασιλέα ἡ πρότασις αὕτη καὶ ἐποίησε σύμφωνα μὲ αὐτήν.

Ἐσθ. 2,5

καὶ ἄνθρωπος ἦν Ἰουδαῖος ἐν Σούσοις τῇ πόλει, καὶ ὄνομα αὐτοῦ Μαρδοχαῖος ὁ τοῦ Ἰαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμίν,

Κολιτσάρα

Εἰς τὰ Σοῦσα, εἰς τὴν πόλιν αὐτήν, ἐζοῦσεν ἕνας ἄνθρωπος Ἰουδαῖος, ὁ ὁποῖος ὠνομάζετο Μαρδοχαῖος. Ἦτο υἱὸς τοῦ Ἰαρΐου, υἱοῦ τοῦ Σεμεΐου, υἱοῦ τοῦ Κισσαίου, ἀπὸ τὴν φυλὴν Βενιαμίν.

Τρεμπέλα

Καὶ ἦτο εἰς τὴν πόλιν Σοῦσα ἄνθρωπος Ἰουδαῖος καὶ ὠνομάζετο οὗτος Μαρδοχαῖος, ὁ υἱὸς τοῦ Ἰαΐρου, υἱοῦ τοῦ Σεμεΐου, υἱοῦ τοῦ Κισαίου ἀπὸ τὴν φυλὴν Βενιαμίν,

Ἐσθ. 2,6

ὃς ἦν αἰχμάλωτος ἐξ Ἱερουσαλήμ, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος.

Κολιτσάρα

Αὐτὸς ἦτο ἀπὸ τοὺς Ἰουδαίους αἰχμαλώτους τῆς Ἱερουσαλήμ, τοὺς ὁποίους ὁ Ναβουνοδονόσορ ὁ βασιλεὺς εἶχεν ἀπαγάγει αἰχμαλώτους.

Τρεμπέλα

ὁ ὁποῖος ἦτο αἰχμάλωτος καταγόμενος ἀπὸ τὴν Ἱερουσαλήμ, τοὺς κατοίκους τῆς ὁποίας ᾐχμαλώτισεν ὁ Ναβουχοδονόσορ, ὁ βασιλεὺς τῆς Βαβυλῶνος.

Ἐσθ. 2,7

καὶ ἦν τούτῳ παῖς θρεπτή, θυγάτηρ Ἀμιναδὰβ ἀδελφοῦ πατρὸς αὐτοῦ, καὶ ὄνομα αὐτῇ Ἐσθήρ· ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα· καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει.

Κολιτσάρα

Αὐτὸς εἶχεν ἀναθρέψει μίαν κόρην θυγατέρα τοῦ θείου του Ἀμιναδάβ, ἀδελφοῦ τοῦ πατρός του. Αὐτὴ ὠνομάζετο Ἐσθήρ. Ὅταν δὲ ἀπέθαναν οἱ γονεῖς της, ὁ Μαρδοχαῖος τὴν ἀνέλαβεν ὑπὸ τὴν προστασίαν του καὶ ἐφρόντιζε δι’ αὐτήν, μὲ τὸν σκοπὸν νὰ τὴν λάβῃ ἀργότερα ὡς σύζυγόν του. Ἡ κόρη δὲ αὐτὴ ἦτο πολὺ ὡραία κατὰ τὴν μορφήν.

Τρεμπέλα

Καὶ ὑπῆρχεν εἰς αὐτὸν νέα, τὴν ὁποίαν εἶχεν ἀναθρέψει, θυγάτηρ τοῦ Ἀμιναδάβ, ἀδελφοῦ τοῦ πατρός του, πρώτη ἐξαδέλφη του λοιπόν, καὶ ὠνομάζετο αὕτη Ἐσθήρ. Ὅταν δὲ ἀπέθανον οἱ γονεῖς της, ὁ Μαρδοχαῖος τὴν ἐξεπαίδευσε διὰ τὸν ἑαυτόν του ὡς θυγατέρα. Καὶ ἦτο τὸ κοράσιον ὡραῖον εἰς τὸ πρόσωπον.

Ἐσθ. 2,8

καὶ ὅτε ἠκούσθη τὸ τοῦ βασιλέως πρόσταγμα, συνήχθησαν πολλὰ κοράσια εἰς Σοῦσαν τὴν πόλιν ὑπὸ χεῖρα Γαΐ, καὶ ἤχθη Ἐσθὴρ πρὸς Γαῒ τὸν φύλακα τῶν γυναικῶν.

Κολιτσάρα

Ὅταν ἔγινε γνωστὸν τὸ βασιλικὸν διάταγμα, συνεκεντρώθησαν πολλὰ κοράσια εἰς τὴν πόλιν Σοῦσα ὑπὸ τὴν εὐθύνην καὶ τὴν φροντίδα τοῦ Γαΐ. Πρὸς αὐτὸν τὸν Γαΐ, τὸν φύλακα τῶν γυναικῶν τοῦ βασιλέως, ὠδηγήθη καὶ ἡ Ἐσθήρ.

Τρεμπέλα

Καὶ ὅτε ἠκούσθη τὸ περὶ ἐκλογῆς βασιλίσσης πρόσταγμα τοῦ βασιλέως, συνηθροίσθησαν πολλὰ κοράσια εἰς τὴν πόλιν Σοῦσαν ὑπὸ τὴν ἐξουσιαστικὴν χεῖρα τοῦ εὐνούχου Γαῒ καὶ ὡδηγήθη καὶ ἡ Ἐσθὴρ πρὸς τὸν Γαΐ, ὅστις ἦτο ὁ φύλαξ τῶν γυναικῶν τοῦ βασιλέως.

Ἐσθ. 2,9

καὶ ἤρεσεν αὐτῷ τὸ κοράσιον καὶ εὗρε χάριν ἐνώπιον αὐτοῦ· καὶ ἔσπευσε δοῦναι αὐτῇ τὸ σμῆγμα καὶ τὴν μερίδα καὶ τὰ ἑπτὰ κοράσια τὰ ὑποδεδειγμένα αὐτῇ ἐκ βασιλικοῦ καὶ ἐχρήσατο αὐτῇ καλῶς καὶ ταῖς ἅβραις αὐτῆς ἐν τῷ γυναικῶνι.

Κολιτσάρα

Εἰς αὐτὸν ἤρεσεν ἡ Ἐσθήρ περισσότερον ἀπὸ κάθε ἄλλην καὶ εὗρε χάριν ἐνώπιόν του. Ὁ Γαῒ ἔσπευσε καὶ ἔδωσεν εἰς αὐτὴν τὰ καλλυντικὰ καὶ κάθε ἄλλην περιποιήσῃ ἀναφερομένην εἰς τὴν δίαιτάν της, ὅπως ἐπίσης καὶ ἑπτὰ παρθένους ποὺ εἶχαν ἐπιλεγῆ ἀπὸ τὸν βασιλικὸν οἶκον, εἰς ὑπηρεσίαν της. Ὁ Γαῒ προσέφερε κάθε περιποίησιν πρὸς αὐτὴν καὶ εἰς τὰς θεραπαινίδας της, τὰς ὁποίας καὶ ὡδήγησεν εἰς τὸν γυναικωνίτην.

Τρεμπέλα

Καὶ ἤρεσεν εἰς αὐτὸν τὸ κοράσιον καὶ εὗρε χάριν ἐνώπιόν του προσελκύσαν τὴν εὔνοιάν του· καὶ ἔσπευσε νὰ τῆς δώσῃ τὸ πρὸς καθαρισμὸν τοῦ σώματός της καλλυντικὸν καὶ τὴν μερίδα τῆς τροφῆς της καὶ τὰ ἑπτὰ κοράσια τὰ εἰδικῶς δι’ αὐτὴν διαλεγμένα ἀπὸ τὰ διαμένοντα εἰς τὸν βασιλικὸν οἶκον καὶ τὴν μετεχειρίσθη καλῶς καὶ τὰς θεραπαινίδας αὐτῆς εἰς καλὸν διαμέρισμα τοῦ γυναικωνίτου.

Ἐσθ. 2,10

καὶ οὐχ ὑπέδειξεν Ἐσθὴρ τὸ γένος αὐτῆς οὐδὲ τὴν πατρίδα· ὁ γὰρ Μαρδοχαῖος ἐνετείλατο αὐτῇ μὴ ἀπαγγεῖλαι.

Κολιτσάρα

Ἡ Ἐσθήρ δὲν κατέστησε γνωστὴν τὴν καταγωγήν της οὔτε τὴν πατρίδα της, διότι, ὁ Μαρδοχαῖος τῆς εἶχε δώσει ἐντολὴν νὰ μὴ ἀνακοινώσῃ τίποτε ἀπὸ αὐτά.

Τρεμπέλα

Καὶ δὲν ἐφανέρωσεν ἡ Ἐσθὴρ τὸ γένος της οὔτε τὴν πατρίδα της· διότι ὁ Μαρδοχαῖος τῆς παρήγγειλε νὰ μὴ τὸ εἴπῃ.

Ἐσθ. 2,11

καθ’ ἑκάστην δὲ ἡμέραν περιεπάτει ὁ Μαρδοχαῖος κατὰ τὴν αὐλὴν τὴν γυναικείαν ἐπισκοπῶν τί Ἐσθὴρ συμβήσεται.

Κολιτσάρα

Κάθε δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιπατοῦσε ἔξω ἀπὸ τὴν αὐλὴν τῶν γυναικῶν, παρατηροῦσε καὶ ἐπιθυμοῦσε νὰ μάθῃ τί θὰ γίνῃ μὲ τὴν Ἐσθήρ.

Τρεμπέλα

Καθ’ ἑκάστην δὲ ἡμέραν ὁ Μαρδοχαῖος περιεπάτει εἰς τὸ μέρος τὸ πλησιάζον πρὸς τὴν αὐλὴν τοῦ γυναικωνίτου τῶν ἀνακτόρων παρατηρῶν μετὰ προσοχῆς τί θὰ συμβῇ εἰς τὴν Ἐσθήρ.

Ἐσθ. 2,12

οὗτος δὲ ἦν καιρὸς κορασίου εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὅταν ἀναπληρώσῃ μῆνας δεκαδύο· οὕτως γὰρ ἀναπληροῦνται αἱ ἡμέραι τῆς θεραπείας, μῆνας ἓξ ἀλειφόμεναι ἐν σμυρνίνῳ ἐλαίῳ καὶ μῆνας ἓξ ἐν τοῖς ἀρώμασι καὶ ἐν τοῖς σμήγμασι τῶν γυναικῶν,

Κολιτσάρα

Συμφώνως δὲ πρὸς τὰ καθιερωμένα ἔπρεπε μετὰ τὴν συμπλήρωσιν δώδεκα μηνῶν νὰ ἐμφανισθῇ ἡ κόρη ἐνώπιον τοῦ βασιλέως. Αἱ ἡμέραι δὲ τῆς προετοιμασίας των ἐπερνοῦσαν ὡς ἐξῆς· ἐπὶ ἓξ μῆνας αἱ κόραι ἠλείφοντο μὲ ἔλαιον ἀπὸ σμύρναν καὶ ἐπὶ ἄλλους ἓξ μῆνας μὲ ἀρώματα καὶ ἄλλα καλλυντικά, ποὺ ἐχρησιμοποιοῦσαν αἱ γυναῖκες.

Τρεμπέλα

Οὗτος δὲ ἦτο ὁ καιρὸς κορασίου τινός, ἐκ τῶν ὑποψηφίων διὰ τὸν βασιλικὸν θρόνον, διὰ νὰ εἰσέλθῃ εἰς τὸν βασιλέα, ὅταν συμπληρώσῃ δώδεκα μήνας ἀπὸ τῆς εἴσοδόν του εἰς τὸν γυναικῶνα τῶν ἀνακτόρων. Διότι κατ’ αὐτὸν τὸν τρόπον συμπληροῦνται αἱ ἡμέραι τῆς προπαρασκευῆς καὶ θεραπείας τῶν κορασίων τούτων ἐπὶ μήνας ἓξ ἐξακολουθοῦν νὰ ἀλείφωνται μὲ ἔλαιον μύρου καὶ μῆνας ἓξ μὲ ἀρώματα καὶ μὲ τὰς εὐώδεις καὶ σαπωνοειδεῖς ὕλας καὶ ἀλοιφὰς τῶν γυναικῶν·

Ἐσθ. 2,13

καὶ τότε εἰσπορεύεται πρὸς τὸν βασιλέα. καὶ ᾧ ἐὰν εἴπῃ, παραδώσει αὐτὴν συνεισέρχεσθαι αὐτῷ ἀπὸ τοῦ γυναικῶνος ἕως τῶν βασιλείων.

Κολιτσάρα

Καὶ τότε ἡ ὑποψηφία σύζυγος τοῦ βασιλέως ὠδηγεῖτο ἐνώπιον αὐτοῦ. Ὁ εὐνοῦχος, πρὸς τὸν ὁποῖον ὁ βασιλεὺς ἤθελε δώσει τὴν σχετικὴν ἐντολήν, θὰ ὠδηγοῦσεν αὐτὴν ἀπὸ τὸν γυναικωνίτην εἰς τὰ βασιλικὰ ἀνάκτορα.

Τρεμπέλα

καὶ τότε ἐμβαίνει τὸ κοράσιον εἰς τὸν βασιλέα, καὶ εἰς ἐκεῖνον, εἰς τὸν ὁποῖον θὰ εἴπῃ ὁ βασιλεύς, θὰ παραδώσῃ αὐτὸ ὁ φύλαξ τοῦ γυναικωνίτου διὰ νὰ ἔμβῃ μαζί του ἀπὸ τὸν γυναικωνίτην μέχρι τῶν διαμερισμάτων τοῦ βασιλέως.

Ἐσθ. 2,14

δείλης εἰσπορεύεται καὶ πρὸς ἡμέραν ἀποτρέχει εἰς τὸν γυναικῶνα τὸν δεύτερον, οὗ Γαῒ ὁ εὐνοῦχος τοῦ βασιλέως ὁ φύλαξ τῶν γυναικῶν, καὶ οὐκέτι εἰσπορεύεται πρὸς τὸν βασιλέα, ἐὰν μὴ κληθῇ ὀνόματι.

Κολιτσάρα

Αὐτὴ δὲ πηγαίνει ἐκεῖ τὴν ἑσπέραν· καὶ τὴν ἑπομένην πρωΐαν εἰσέρχεται εἰς τὸν δεύτερον οἶκον, ὅπου ὁ Γαῒ ὁ εὐνοῦχος τοῦ βασιλέως εὑρίσκεται, ὁ φύλαξ τῶν γυναικῶν. Δὲν ἔχει δὲ πλέον τὸ δικαίωμα νὰ ἐπανέλθῃ πρὸς τὸν βασιλέα, ἐὰν δὲν κληθῇ ἀπὸ αὐτὸν ὀνομαστί.

Τρεμπέλα

Κατὰ τὸ δειλινὸν ἐμβαίνει εἰς τὰ διαμερίσματα καὶ κατὰ τὸ πρωῒ φεύγει ἀπ’ ἐκεῖ γρήγορα εἰς τὸν δεύτερον γυναικωνίτην, ὅπου εἶναι ὁ Γαῒ ὁ εὐνοῦχος τοῦ βασιλέως, ὁ φύλαξ τῶν γυναικῶν του, καὶ δὲν ἐμβαίνει πλέον εἰς τὸν βασιλέα, ἐὰν δὲν κληθῇ ὀνομαστικῶς ἀπὸ αὐτόν.

Ἐσθ. 2,15

ἐν δὲ τῷ ἀναπληροῦσθαι τὸν χρόνον Ἐσθὴρ τῆς θυγατρὸς Ἀμιναδὰβ ἀδελφοῦ πατρὸς Μαρδοχαίου εἰσελθεῖν πρὸς τὸν βασιλέα οὐδὲν ἠθέτησεν, ὧν ἐνετείλατο ὁ εὐνοῦχος ὁ φύλαξ τῶν γυναικῶν· ἦν γὰρ Ἐσθὴρ εὑρίσκουσα χάριν παρὰ πάντων τῶν βλεπόντων αὐτήν.

Κολιτσάρα

Ὅταν λοιπὸν συνεπληρώθη ὁ χρόνος, κατὰ τᾶν ὁποῖον ἡ Ἐσθήρ, ἡ θυγάτηρ τοῦ Ἀμιναδάβ, ἀδελφοῦ τοῦ πατρὸς τοῦ Μαρδοχαίου, ἐπρόκειτο νὰ εἰσέλθῃ πρὸς τὸν βασιλέα, ἡ Ἐσθήρ δὲν παρέλειψε καὶ οὔτε παρήκουσε τίποτε, ἀπὸ ὅσα εἶχε δώσει ἐντολὴν εἰς αὐτὴν νὰ προσέξῃ ὁ εὐνοῦχος, ὁ φύλαξ τῶν γυναικῶν. Ἔτσι δὲ φερομένη ἡ Ἐσθήρ εὕρισκε χάριν ἐκ μέρους ὅλων ὅσοι τὴν ἔβλεπον.

Τρεμπέλα

Ὅταν δὲ συνεπληρώθη ὁ χρόνος τῆς Ἐσθήρ, τῆς θυγατρὸς τοῦ Ἀμιναδάβ, ὅστις ἦτο ἀδελφὸς τοῦ πατρὸς τοῦ Μαρδοχαίου, διὰ νὰ εἰσέλθῃ πρὸς τὸν βασιλέα, αὕτη συνεμορφώθη πλήρως καὶ δὲν ἠθέτησε τίποτε ἀπὸ ἐκεῖνα, ποὺ τῆς παρήγγειλεν ὁ εὐνοῦχος, ποὺ ἐφύλαττε τὰς γυναῖκας τοῦ βασιλέως. Τὴν συνεβούλευσε δὲ ἐκεῖνος μὲ πολὺ ἐνδιαφέρον. Διότι ἡ Ἐσθὴρ προσείλκυε τὴν εὔνοιαν ὅλων, ὅσοι τὴν ἔβλεπον.

Ἐσθ. 2,16

καὶ εἰσῆλθεν Ἐσθὴρ πρὸς Ἀρταξέρξην τὸν βασιλέα τῷ δωδεκάτῳ μηνί, ὅς ἐστιν Ἀδάρ, τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ.

Κολιτσάρα

Ἡ Ἐσθήρ πράγματι παρουσιάσθη εἰς τὸν βασιλέα τὸν Ἀρταξέρξην, κατὰ τὸν δωδέκατον μῆνα, τὸν μῆνα δηλαδὴ Ἀδάρ, κατὰ τὸ ἕβδομον ἔτος τῆς βασιλείας αὐτοῦ.

Τρεμπέλα

Καὶ εἰσῆλθεν ἡ Ἐσθὴρ πρὸς τὸν βασιλέα Ἀρταξέρξην κατὰ τὸν δωδέκατον μῆνα, ὁ ὁποῖος εἶναι ὁ Ἀδάρ, κατὰ τὸ ἕβδομον ἔτος τῆς βασιλείας του.

Ἐσθ. 2,17

καὶ ἠράσθη ὁ βασιλεὺς Ἐσθήρ, καὶ εὗρε χάριν παρὰ πάσας τὰς παρθένους, καὶ ἐπέθηκεν αὐτῇ τὸ διάδημα τὸ γυναικεῖον.

Κολιτσάρα

Ὁ βασιλεὺς τὴν ἠγάπησε πάρα πολύ, διότι αὐτὴ εὑρῆκε χάριν ἐνώπιόν του περισσότερον ἀπὸ ὅλας τὰς ἄλλας παρθένους. Ἔθεσε δὲ ἐπάνω εἰς τὴν κεφαλήν της τὰ γυναικεῖον βασιλικὸν διάδημα.

Τρεμπέλα

Καὶ ἐρωτεύθη ὁ βασιλεὺς τὴν Ἐσθὴρ καὶ κατέκτησεν εὔνοιαν ὑπὲρ ὅλας τὰς παρθένους, καὶ ἔθεσεν ἐπὶ τῆς κεφαλῆς της τὸ διάδημα τὸ γυναικεῖον τῆς βασιλίσσης.

Ἐσθ. 2,18

καὶ ἐποίησεν ὁ βασιλεὺς πότον πᾶσι τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν ἐπὶ ἡμέρας ἑπτὰ καὶ ὕψωσε τοὺς γάμους Ἐσθὴρ καὶ ἄφεσιν ἐποίησε τοῖς ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

Κολιτσάρα

Ὁ βασιλεὺς ἐπανηγύρισε μὲ μεγάλην λαμπρότητα τοὺς γάμους τῆς Ἐσθήρ, παρέθεσε μέγα συμπόσιον εἰς ὅλους τοὺς φίλους του καὶ τοὺς ἄρχοντας ἐπὶ ἑπτὰ ἡμέρας, παρεχώρησε μεγάλας δωρεὰς καὶ ἔδωσεν ἄψεσιν χρεῶν εἰς τοὺς ἀνθρώπους τῆς βασιλείας του.

Τρεμπέλα

Καὶ ἔκαμεν ὁ βασιλεὺς συμπόσιον εἰς ὅλους τοὺς φίλους του καὶ τοὺς ἄρχοντας ἐπὶ ἡμέρας ἑπτὰ καὶ ἐτίμησε πολὺ τοὺς γάμους τῆς Ἐσθὴρ καὶ ἔδωκε χάριν καὶ ἄλλα δῶρα εἰς τοὺς διατελοῦντας ὑπὸ τὴν βασιλείαν του.

Ἐσθ. 2,19

ὁ δὲ Μαρδοχαῖος ἐθεράπευεν ἐν τῇ αὐλῇ.

Κολιτσάρα

Ὁ Μαρδοχαῖος ὑπηρετοῦσε πάντοτε εἰς τὴν βασιλικὴν αὐλήν.

Τρεμπέλα

Ὁ Μαρδοχαῖος δὲ ὑπηρέτει κατὰ τὴν περίοδον ταύτην εἰς τὴν βασιλικὴν αὐλήν.

Ἐσθ. 2,20

ἡ δὲ Ἐσθὴρ οὐχ ὑπέδειξε τὴν πατρίδα αὐτῆς· οὕτως γὰρ ἐνετείλατο αὐτῇ Μαρδοχαῖος, φοβεῖσθαι τὸν Θεὸν καὶ ποιεῖν τὰ προστάγματα αὐτοῦ, καθὼς ἦν μετ’ αὐτοῦ καὶ Ἐσθὴρ οὐ μετήλλαξε τὴν ἀγωγὴν αὐτῆς.

Κολιτσάρα

Ἡ Ἐσθήρ δὲν ἀνεκοίνωσε καὶ δὲν ἐγνωστοποίησεν εἰς κανένα τὴν πατρίδα της, διότι αὐτὴν τὴν ἐντολὴν τῆς εἶχε δώσει ὁ Μαρδοχαῖος. Νὰ φοβῆται τὸν Θεόν, νὰ τηρῇ τὰς θείας ἐντολάς, ὅπως ὅταν αὐτὴ εὑρίσκετο μαζῆ του. Ἡ Ἐσθήρ, καὶ ὅταν ἔγινε βασίλισσα, δὲν ἤλλαξε τρόπον συμπεριφορᾶς καὶ ζωῆς.

Τρεμπέλα

Ἡ δὲ Ἐσθὴρ δὲν ἐφανέρωσε ποία εἶναι ἡ πατρίς της· διότι ἔτσι τῆς παρήγγειλεν ὁ Μαρδοχαῖος· νὰ φοβῆται τὸν ἀληθινὸν Θεὸν καὶ νὰ ἐκτελῇ τὰ προστάγματά του, φερομένη ὅπως ὅταν ἦταν μαζί του. Καὶ ἡ Ἐσθὴρ δὲν ἄλλαζε καὶ δὲν μετέβαλε τὴν συμπεριφορὰν καὶ τὸν τρόπον τῆς ζωῆς της.

Ἐσθ. 2,21

Καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως, οἱ ἀρχισωματοφύλακες, ὅτι προήχθη Μαρδοχαῖος, καὶ ἐζήτουν ἀποκτεῖναι Ἀρταξέρξην τὸν βασιλέα.

Κολιτσάρα

Οἱ δύο αὐλικοί, οἱ ἀρχισωματοφύλακες τοῦ βασιλέως, ἐστενοχωρήθησαν, διότι προήχθη εἰς ἐπίζηλον θέσιν ὁ Μαρδοχαῖος καὶ ἐζητοῦσαν εὐκαιρίαν νὰ δολοφονήσουν τὸν βασιλέα Ἀρταξέρξην.

Τρεμπέλα

Καὶ ἐλυπήθησαν οἱ δύο εὐνοῦχοι τοῦ βασιλέως, οἱ ἀρχισωματοφύλακές του, διότι προήχθη ὁ Μαρδοχαῖος, καὶ ἐπεδίωκον νὰ φονεύσουν τὸν βασιλέα Ἀρταξέρξην.

Ἐσθ. 2,22

καὶ ἐδηλώθη Μαρδοχαίῳ ὁ λόγος, καὶ ἐσήμανεν Ἐσθήρ, καὶ αὐτὴ ἐνεφάνισε τῷ βασιλεῖ τὰ τῆς ἐπιβουλῆς

Κολιτσάρα

Ἡ συνωμοσία ὅμως αὐτὴ ἔγινε γνωστὴ εἰς τὸν Μαρδοχαῖον, ὁ ὁποῖος τὴν ἐφανέρωσεν εἰς τὴν Ἐσθήρ, ἡ δὲ Ἐσθὴρ ἀνέφερε τὰ τῆς συνωμοσίας αὐτῆς εἰς τὸν βασιλέα.

Τρεμπέλα

Καὶ ἐφανερώθη εἰς τὸν Μαρδοχαῖον τὸ μυστικὸν τοῦτο καὶ ἐγνωστοποίησεν αὐτὸ οὗτος εἰς τὴν Ἐσθὴρ καὶ αὐτὴ ἔκαμε γνωστὰ καὶ κατήγγειλεν εἰς τὸν βασιλέα τὰ σχετιζόμενα πρὸς τὴν ἐπιβουλὴν ταύτην.

Ἐσθ. 2,23

ὁ δὲ βασιλεὺς ἤτασε τοὺς δύο εὐνούχους καὶ ἐκρέμασεν αὐτούς· καὶ προσέταξεν ὁ βασιλεὺς καταχωρίσαι εἰς μνημόσυνον ἐν τῇ βασιλικῇ βιβλιοθήκῃ ὑπὲρ τῆς εὐνοίας Μαρδοχαίου ἐν ἐγκωμίῳ.

Κολιτσάρα

Ὁ βασιλεὺς ἐξήτασε τοὺς δύο αὐλικούς του, εὑρῆκεν αὐτοὺς ἐνόχους, διέταξε δὲ καὶ τοὺς ἐκρέμασαν. Διέταξεν ἐπίσης ὁ βασιλεὺς νὰ καταχωρηθῇ τὸ γεγονὸς αὐτὸ εἰς ἀνάμνησιν εἰς τὰ βασιλικὰ χρονικὰ πρὸς ἔνδειξιν εὐνοίας καὶ ἐπαίνου ἐκ μέρους τοῦ βασιλέως εἰς τὸν Μαρδοχαῖον.

Τρεμπέλα

Ὁ δὲ βασιλεὺς ἐξήτασε τοὺς δύο εὐνούχους καί, ὅταν ἐπείσθη περὶ τῆς ἐνοχῆς των, παρήγγειλε νὰ κρεμάσουν αὐτούς. Ἐπὶ πλέον διέταξεν ὁ βασιλεὺς νὰ καταχωρίσουν εἰς ἀνάμνησιν τὸ γεγονὸς εἰς τὴν βασιλικὴν βιβλιοθήκην ἐγκωμιαστικῶς πρὸς εὔνοιαν τοῦ Μαρδοχαίου.