Ἰησοῦ τοῦ Ναυῆ 14

Ἰησ. Ν. 14,1

Καὶ οὗτοι οἱ κατακληρονομήσαντες υἱῶν Ἰσραὴλ ἐν τῇ γῇ Χαναάν, οἷς κατεκληρονόμησαν αὐτοῖς Ἐλεάζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ οἱ ἄρχοντες πατριῶν φυλῶν τῶν υἱῶν Ἰσραήλ.

Κολιτσάρα

Αὐτοὶ εἶναι οἱ Ἰσραηλῖται ποὺ ἐπῆραν κληρονομίαν εἰς τὴν χώραν Χαναάν Εἰς αὐτοὺς διὰ κλήρου ἐμοίρασαν τὴν χῶραν Ἐλεάζαρ ὁ ἀρχιερεύς, Ἰησοῦς τοῦ Ναυὴ καὶ οἱ ἀρχηγοὶ τῶν φυλῶν καὶ τῶν πατριῶν τῶν Ἰσραηλιτῶν.

Τρεμπέλα

Αὐτοὶ εἶναι οἱ Ἰσραηλῖται, οἱ ὁποῖοι Ἐλαβαν κληρονομίαν εἰς τὴν γῆν Χαναάν. Εἰς αὐτοὺς ἐμοιρασάν με κλῆρον τὴν γῆν, ποὺ εὑρίσκετο εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη, ὁ ἀρχιερεὺς Ἐλεάζαρ, ὁ Ἰησοῦς υἱὸς τοῦ Ναυῆ καὶ οἱ ἀρχηγοὶ τῶν φυλῶν καὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τοῦ Ἰσραήλ.

Ἰησ. Ν. 14,2

κατὰ κλήρους ἐκληρονόμησαν, ὃν τρόπον ἐνετείλατο Κύριος ἐν χειρὶ Ἰησοῦ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς ἀπὸ τοῦ πέραν τοῦ Ἰορδάνου,

Κολιτσάρα

Διὰ κλῆρου ἔλαβον αὐτοὶ τὴν κληρονομίαν των ὅπως εἶχε διατάξει ὁ Κύριος. Διὰ τῆς χειρὸς τοῦ Ἰησοῦ τοῦ Ναυὴ ἔγινεν ἡ διανομὴ αὐτὴ εἰς τὰς δυτικῶς τοῦ Ἰορδάνου ἐννέα φυλὰς καὶ εἰς τὸ ἥμισυ τῆς μιᾶς φυλῆς

Τρεμπέλα

Ὅσοι ἔλαβαν κληρονομίαν, ἐπῆραν τὸ μερίδιόν των μὲ κλήρους, ὅπως ἀκριβῶς ἔδωσεν ἐντολὴν ὁ Κύριος. Διὰ χειρὸς τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἔγινε ἡ διανομὴ εἰς τὶς ἐννέα φυλὲς καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ποὺ ἐγκατεστάθησαν εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη.

Ἰησ. Ν. 14,3

καὶ τοῖς Λευίταις οὐκ ἔδωκε κλῆρον ἐν αὐτοῖς,

Κολιτσάρα

Εἰς τοὺς Λευίτας δὲν ἔδωκε κληρονομίαν μεταξὺ αὐτῶν.

Τρεμπέλα

Εἰς τοὺς Λευῖτες ὅμω ς δὲν ἔδωκε καμμίαν κληρονομίαν εἰς τὴν χώραν αὐτήν. Παρ’ ὅλα αὐτά, τὰ μερίδια, εἰς τὰ ὁποῖα διῃρέθη ἡ γῆ, ἦσαν δώδεκα, διότι

Ἰησ. Ν. 14,4

ὅτι ἦσαν οἱ υἱοὶ Ἰωσὴφ δύο φυλαὶ Μανασσῆ καὶ Ἐφραίμ, καὶ οὐκ ἐδόθη μερὶς ἐν τῇ γῇ τοῖς Λευίταις, ἀλλ’ ἢ πόλεις κατοικεῖν καὶ τὰ ἀφωρισμένα αὐτῶν τοῖς κτήνεσι καὶ τὰ κτήνη αὐτῶν.

Κολιτσάρα

Οἱ δὲ υἱοὶ τοῦ Ἰωσὴφ ἀπετέλουν δύο φυλὰς τὴν φυλὴν Μανασσῆ καὶ τὴν φυλὴν Ἐφραίμ. Εἰς τοῦ Λευίτας δὲν ἐδόθη μερίδιον γῆς παρὰ μόνον πόλεις νὰ κατοικοῦν αὐτοὶ καὶ αἱ γύρω βοσκήσιμοι περιοχαὶ διὰ τὰ κτήνη των

Τρεμπέλα

οἱ ἀπόγονοι τοῦ Ἰωσὴφ ἀποτελοῦσαν δύο φυλές, τὴν φυλὴν τοῦ Μανασσῆ καὶ τὴν φυλὴν τοῦ Ἐφραίμ, ὅμως δὲν ἐδόθη μερίδιον κληρονομίας εἰς τὴν χώραν εἰς τοὺς Λευῖτες· εἰς αὐτοὺς ἐδόθησαν μόνον πόλεις διὰ νὰ κατοικοῦν, καὶ τὰ γύρω ἀπὸ τὶς πόλεις αὐτές βοσκοτόπια διὰ τὰ ζῶα των καθὼς καὶ τὰ ζῶα των.

Ἰησ. Ν. 14,5

ὃν τρόπον ἐνετείλατο Κύριος τῷ Μωϋσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐμέρισαν τὴν γῆν.

Κολιτσάρα

Ὅπως διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν ἔτσι ἐκαμαν οἱ Ἰσραηλῖται καὶ διεμοίρασαν τὴν χώραν.

Τρεμπέλα

Ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν, ἔτσι ἔκαμαν οἱ Ἰσραηλῖται καὶ διεμοίρασαν τὴν γῆν Χαναάν.

Ἰησ. Ν. 14,6

Καὶ προσήλθοσαν οἱ υἱοὶ Ἰούδα πρὸς Ἰησοῦν ἐν Γαλγάλ, καὶ εἶπε πρὸς αὐτὸν Χάλεβ ὁ τοῦ Ἰεφονὴ ὁ Κενεζαῖος· σὺ ἐπίστῃ τὸ ῥῆμα, ὃ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἄνθρωπον τοῦ Θεοῦ περὶ ἐμοῦ καὶ σοῦ ἐν Κάδης Βαρνή·

Κολιτσάρα

Οἱ τῆς φυλῆς τοῦ Ἰούδα προσῆλθον εἰς τὰ Γάλγαλα πρὸς τὸν Ἰησοῦν, καὶ εἶπε πρὸς αὐτὸν ὁ Χάλεβ ὁ υἱὸς τοῦ Ἰεφονὴ ὁ Κενεζαῖος· «σὺ γνωρίζεις τὸν λόγον τὸν ὁποῖον εἶπεν ὁ Κύριος πρὸς τὸ Μωϋσῆν, τὸν ἄνθρωπον τοῦ Θεοῦ, περὶ ἐμοῦ καὶ σοῦ εἰς Κάδης Βαρνή.

Τρεμπέλα

Ὡρισμένοι ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰούδα ἦλθαν εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ εἰς τὰ Γάλγαλα. Καὶ ἕνας ἀπὸ αὐτούς, ὁ Χάλεβ, ὁ υἱὸς τοῦ Ἰεφονῆ ὁ Κενεζαῖος, τοῦ εἶπε: «Σὺ γνωρίζεις πολὺ καλὰ τὴν ἐντολήν, ποὺ ἔδωκεν ὁ Κύριος εἰς τὸν Μωϋσῆν, τὸν ἄνθρωπον αὐτὸν τοῦ Θεοῦ, σχετικὰ μὲ ἐμὲ καὶ σὲ εἰς τὴν περιοχὴν τῆς Κάδης Βαρνῆ.

Ἰησ. Ν. 14,7

τεσσαράκοντα γὰρ ἐτῶν ἤμην ὅτε ἀπέστειλέ με Μωϋσῆς ὁ παῖς τοῦ Θεοῦ ἐκ Κάδης Βαρνὴ κατασκοπεῦσαι τὴν γῆν, καὶ ἀπεκρίθην αὐτῷ λόγον κατὰ τὸν νοῦν αὐτοῦ,

Κολιτσάρα

Τεσσαράκοντα ἐτῶν ἤμην, ὅταν ὁ Μωϋσῆς ὁ δοῦλος τοῦ Θεοῦ μὲ ἔστειλεν ἀπὸ τὴν Κάδης Βαρνὴ νὰ κατασκοπεύσω τὴν γῆν. Καὶ ὅταν ἐπέστρεψα ἔδωσα ἀπάντησιν εἰς αὐτὸν σύμφωνα μὲ τὴν ἀγαθήν του διάθεσιν.

Τρεμπέλα

Ἤμουν σαράντα ἐτῶν, ὅταν ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Θεοῦ, μὲ ἀπέστειλε ἀπὸ τὴν Κάδης Βαρνῆ νὰ κατασκοπεύσω αὐτὴν τὴν γῆν Χαναάν· καὶ ἐγώ, ὅταν ἐπέστρεψα, τοῦ ἀνέφερα μὲ εἰλικρίνειαν καὶ εὐσυνειδησίαν πληροφορίες κατὰ τὴν ἀγαθὴν ἐπιθυμίαν του.

Ἰησ. Ν. 14,8

οἱ ἀδελφοί μου οἱ ἀναβάντες μετ’ ἐμοῦ μετέστησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐγὼ δὲ προσετέθην ἐπακολουθῆσαι Κυρίῳ τῷ Θεῷ μου,

Κολιτσάρα

Οἱ ἄλλοι ὅμως ἀδελφοί μου, ὁ ὁποῖοι ἀνέβησαν μαζῆ μὲ ἐμὲ νὰ κατασκοπεύσουν τὴν χώραν, μετέστρεψαν καὶ κατεπτόησαν τὴν καρδίαν τοῦ λαοῦ, ἐνῶ ἐγὼ ἠκολούθησα Κύριον τὸν Θεόν μου καὶ εἶπα τὴν ἀλήθειαν.

Τρεμπέλα

Ἐνῷ δὶ οἱ ἀδελφοί μου, ποὺ ἀνέβησαν ὡς κατάσκοποι μαζί μου εἰς τὴν Χαναάν, ἀπεγοήτευσαν καὶ ἐπανικόβαλαν τὸν λαὸν μὲ τὰ ὅσα εἶπαν, ἀντιθέτως ἐγὼ μὲ ὅλην τὴν ψυχήν μου ἔμεινα πιστός, ἐμίλησα μὲ εἰλικρίνειαν καὶ ἀκολούθησα Κύριον τὸν Θεόν μου.

Ἰησ. Ν. 14,9

καὶ ὤμοσε Μωϋσῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγων· ἡ γῆ, ἐφ’ ἣν ἐπέβης, σοὶ ἔσται ἐν κλήρῳ καὶ τοῖς τέκνοις σου εἰς τὸν αἰῶνα, ὅτι προσετέθης ἐπακολουθῆσαι ὀπίσω Κυρίου τοῦ Θεοῦ ἡμῶν.

Κολιτσάρα

Κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Μωϋσῆς ὑπεσχέθη μὲ ὅρκον καὶ εἶπεν· ἡ χώρα εἰς τὴν ὁποία εἰσῆλθες θὰ εἶναι δική σου κληρονομία καὶ τῶν παιδιῶν σου διὰ παντός, διότι σὺ ἠκολούθησες πιστῶς Κύριον τὸν Θεό μας.

Τρεμπέλα

Διὰ τὴν στάσιν μου αὐτὴν ὁ Μωϋσῆς μου ὑπεσχέθη μὲ ὅρκον κατὰ τὴν ἡμέραν ἐκείνην καὶ μοῦ εἶπεν: «Ἡ χώρα, τὴν ὁποίαν ἐπεσκέφθης καὶ ἐπεριπάτησες, θὰ εἶναι κληρονομία ἰδική σου καὶ τῶν ἀπογόνων σου αἰωνίως, διότι μὲ ὅλην τὴν ψυχήν σου ἔμεινες πιστὸς καὶ ἀκολούθησες Κύριον τὸν Θεόν μας».

Ἰησ. Ν. 14,10

καὶ νῦν διέθρεψέ με Κύριος, ὃν τρόπον εἶπε, τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος, ἀφ’ οὗ ἐλάλησε Κύριος τὸ ῥῆμα τοῦτο πρὸς Μωϋσῆν καὶ ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. καὶ νῦν ἰδοὺ ἐγὼ σήμερον ὀγδοήκοντα καὶ πέντε ἐτῶν·

Κολιτσάρα

Ἰδοὺ λοιπὸν τώρα, ὅτι ὁ Κύριος μὲ διετήρησεν εἰς τὴν ζωὴν ὅπως μοῦ ὑπεσχέθη. Αὐτὸ δὲ εἶναι τὸ τεσσαροκοστὸν πέμπτον ἔτος, ἀπὸ τότε ποὺ εἶπεν ὁ Κύριος πρὸς τὸν Μωϋσῆν τὸν λόγο αὐτόν, ὅταν οἱ Ἰσραηλῖται ἐβάδιζαν ἀκόμη εἰς τὴν ἔρημον. Καὶ νὰ ὅτι τώρα εἶμαι ἐγὼ ὀγδόηκοντα πέντε ἐτῶν.

Τρεμπέλα

Τώρα λοιπὸν ὁ Κύριος μὲ διετήρησεν εἰς τὴν ζωήν, ὅπως ἀκριβῶς μοῦ τὸ εἶχεν ὑποσχεθῆ. Αὐτὸ δὲ εἶναι τὸ τεσσαρακοστὸν πέμπτον ἔτος ἀπὸ τότε, ποὺ ὁ Κύριος εἶπε τὰ λόγια αὐτὰ εἰς τὸν Μωϋσῆν, ἐνῷ οἱ Ἰσραηλῖται ἐβάδιζαν ἀκόμη εἰς τὴν ἔρημον. Καὶ τώρα, νά· εἶμαι ὀγδόντα πέντε ἐτῶν.

Ἰησ. Ν. 14,11

ἔτι εἰμὶ σήμερον ἰσχύων, ὡσεὶ ὅτε ἀπέστειλέ με Μωϋσῆς, ὡσαύτως ἰσχύω νῦν ἐξελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν πόλεμον.

Κολιτσάρα

Εἶμαι ἀκόμη σήμερον ἰσχυρὸς καὶ ἀκμαῖος ὅπως τότε ποὺ μὲ ἔστειλεν ὁ Μωϋσῆς. Ἔχω καὶ τώρα ἐπίσης τὴν ἰδίαν δύναμιν νὰ ἐξέρχωμαι ἀπὸ τὰς πόλεις καὶ νὰ λαμβάνω μέρος εἰς τὰς μάχας.

Τρεμπέλα

Ὅμως παρὰ τὴν ἡλικίαν αὐτὴν εἶμαι ἀκόμη δυνατὸς καὶ ἀκμαῖος, ὅπως ἤμουν τότε, ὅταν μὲ ἀπέστειλε ὁ Μωϋσῆς. Εἶμαι ἀκόμη ἀρκετὰ δυνατός, ὥστε νὰ βγαίνω καὶ νὰ μπαίνω εἰς τὴν μάχην καὶ τὸν πόλεμον.

Ἰησ. Ν. 14,12

καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο, καθὰ εἶπε Κύριος τῇ ἡμέρᾳ ἐκείνῃ· ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. νῦν δὲ οἱ Ἐνακὶμ ἐκεῖ εἰσι, πόλεις ὀχυραὶ καὶ μεγάλαι· ἐὰν οὖν Κύριος μετ’ ἐμοῦ ᾖ, ἐξολοθρεύσω αὐτούς, ὃν τρόπον εἶπέ μοι Κύριος.

Κολιτσάρα

Καὶ τώρα σὲ παρακαλῶ δός μου τὸ ὄρος τοῦτο, ὅπως ὑπεσχέθη ὁ Κύριος κατὰ τὴν ἡμέραν ἐκείνην· διότι καὶ σὺ ἤκουσες τὸν λόγον αὐτὸν κατὰ τὴν ἡμέραν ἐκείνην. Τώρα ὑπάρχουν ἀκόμη ἐκεῖ οἱ Ἐνακίμ, οἱ γίγαντες, ὑπάρχουν πόλεις μεγάλαι καὶ ὠχυρωμέναι. Ἀλλὰ, ἐφόσον ὁ Κύριος εἶναι μαζῆ μου, θὰ ἐξολοθρεύσω αὐτούς, ὅπως μοῦ τὸ εἶπεν ὁ Κύριος».

Τρεμπέλα

Καὶ τώρα ζητῶ να μοῦ δώσῃς τὴν ὀρεινὴν αὐτὴν περιοχήν, ὅπως εἶχεν ὑποσχεθῆ ὁ Κύριος κατὰ τὴν ἡμέραν ἐκείνην εἰς ἐμέ· διότι καὶ σὺ εἶχες ἀκούσει τὸν λόγον αὐτὸν κατὰ τὴν ἡμέραν ἐκείνην. Τώρα δὲ οἱ Γίγαντες (Ἐνακίμ) εὑρίσκονται ἀκόμη ἐκεῖ· κατοικοῦν εἰς πόλεις ὠχυρωμένες καὶ μεγάλες. Ἐὰν ὅμως καὶ ἐφ’ ὅσον ὁ Κύριος θὰ εἶναι μαζί μου, θὰ τοὺς κτυπήσω καὶ θὰ τοὺς ἐξολοθρεύσω, ὅπως μοῦ τὸ ὑπεσχέθη ὁ Κύριος».

Ἰησ. Ν. 14,13

καὶ εὐλόγησεν αὐτὸν Ἰησοῦς καὶ ἔδωκε Χεβρὼν τῷ Χάλεβ υἱῷ Ἰεφονὴ υἱῷ Κενὲζ ἐν κλήρῳ.

Κολιτσάρα

Ὁ Ἰησοῦς εὐλόγησεν αὐτὸν καὶ ἔδωκεν εἰς τὸν Χάλεβ, τὸν υἱὸν τοῦ Ἰεφονή, υἱὸν τοῦ Κενέζ, τὴν Χεβρὼν ὡς κληρονομίαν.

Τρεμπέλα

Ὁ Ἰησοῦς τότε τὸν εὐλόγησε καὶ ἔδωκεν εἰς τὸν Χάλεβ, τὸν υἱὸν τοῦ Ἰεφονῆ, υἱὸν τοῦ Κενέζ, τὴν ὀρεινὴν περιοχὴν τῆς Χεβρὼν ὡς κληρονομίαν διὰ μόνιμον ἐγκατάστασιν.

Ἰησ. Ν. 14,14

διὰ τοῦτο ἐγενήθη ἡ Χεβρὼν τῷ Χάλεβ τῷ τοῦ Ἰεφονὴ τοῦ Κενεζαίου ἐν κλήρῳ ἕως τῆς ἡμέρας ταύτης, διὰ τὸ αὐτὸν ἐπακολουθῆσαι τῷ προστάγματι Κυρίου Θεοῦ Ἰσραήλ.

Κολιτσάρα

Διὰ τοῦτο ἡ πόλις Χεβρὼν ἔγινε πλέον κληρονομία καὶ ἰδιοκτησία εἰς τὸν Χάλεβ, τὸν υἱὸν τοῦ Ἰεφονὴ τοῦ Κενεζαίου, μέχρι τῆς ἡμέρας αὐτῆς, διότι αὐτὸς ἠκολούθησε πιστῶς τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν.

Τρεμπέλα

Διὰ τοῦτο ἡ Χεβρὼν ἔγινε κληρονομία τοῦ Χάλεβ, υἱοῦ τοῦ Ἰεφονῆ τοῦ Κενεζαίου, μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται αὐτά, διότι ὁ Χάλεβ ἀκολούθησε πιστὰ τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν.

Ἰησ. Ν. 14,15

τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦν τὸ πρότερον πόλις Ἀρβόκ· μητρόπολις τῶν Ἐνακὶμ αὕτη. καὶ ἡ γῆ ἐκόπασε τοῦ πολέμου.

Κολιτσάρα

Τὸ δὲ ὄνομα τῆς Χεβρὼν ἦτο προηγουμένως Ἀρβόκ, πρωτεύουσα τῶν Ἐνακίμ. Ἡ χώρα πλέον ἡσύχασεν ἀπὸ τὸν πόλεμον καὶ ἀνεπαύθη.

Τρεμπέλα

Προηγουμένως τὸ ὄνομα τῆς Χεβρὼν ἦταν Ἀρβόκ· ἡ δὲ Ἀρβὸκ ἦταν ἡ πρωτεύουσα τῶν Γιγάντων (Ἐνακίμ). Καὶ ἡ χώρα Χαναὰν ἡσύχασε πλέον ἀπὸ τὸν πόλεμον.