Ἰησοῦ τοῦ Ναυῆ 4

Ἰησ. Ν. 4,1

Καὶ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην, καὶ εἶπε Κύριος τῷ Ἰησοῖ λέγων·

Κολιτσάρα

Ὅταν δὲ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐτελείωσε τὴν διάβασιν τοῦ Ἰορδάνου, εἶπεν ὁ Κύριος εἰς τὸν Ἰησοῦν·

Τρεμπέλα

Ὅταν ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐτελείωσε τὴν διάβασιν τοῦ Ἰορδάνη, ὁ Κύριος ἐμίλησε εἰς τὸν Ἰησοῦν τοῦ Ναυῆ καὶ τοῦ εἶπεν:

Ἰησ. Ν. 4,2

παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

Κολιτσάρα

«πάρε δώδεκα ἄνδρας ἀπὸ τὸν λαόν, ἕνα ἀπὸ κάθε φυλήν·

Τρεμπέλα

«Ἀφοῦ ἐκλέξῃς δώδεκα ἄνδρες ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν, ἕνα ἀπὸ κάθε φυλήν,

Ἰησ. Ν. 4,3

σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου Ἰορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.

Κολιτσάρα

διάταξέ τους καὶ εἰπέ· «Πάρετε ἐκ τοῦ μέσου τῆς κοίτης τοῦ Ἰορδάνου δώδεκα ὁμαλοὺς λίθους, μεταφέρατε αὐτοὺς μαζῆ σας καὶ θέσατέ τους εἰς τὸ στρατόπεδον, ὅπου κατὰ τὴν νύκτα θὰ κατασκηνώσετε».

Τρεμπέλα

διάταξέ τους ὡς ἐξῆς· «βγάλετε ἀπὸ τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, ἀπὸ ἐκεῖ ποὺ ἐστέκοντο οἱ ἱερεῖς μὲ τὴν Κιβωτόν, δώδεκα στερεοὺς καὶ ὁμαλοὺς λίθους καὶ μεταφέρετέ τους μαζί σας ἔξω ἀπὸ τὸν ποταμὸν καὶ τοποθετήσετέ τους εἰς τὸ στρατόπεδόν σας, ἐκεῖ ὅπου θὰ κατασκηνώσετε τὴν νύκτα».

Ἰησ. Ν. 4,4

καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

Κολιτσάρα

Ὁ Ἰησοῦς τοῦ Ναυὴ ἐκάλεσε πλησίον του δώδεκα ἄνδρας ἀπὸ τοὺς ἐπισήμους μεταξὺ τοῦ ἰσραηλιτικοῦ λαοῦ, ἕνα ἀπὸ κάθε φυλήν,

Τρεμπέλα

Καὶ ὁ Ἰησοῦς, ἀφοῦ ἐκάλεσε δώδεκα ἄνδρες ἀπὸ τοὺς ἐπισήμους τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ἕνα ἀπὸ κάθε φυλήν,

Ἰησ. Ν. 4,5

εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ Ἰορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ,

Κολιτσάρα

καὶ τοὺς εἶπε· «προχωρήσατε ἐνώπιόν μου, ἐμπρὸς ἀπὸ τὴν Κιβωτὸν τοῦ Κυρίου, εἰσέλθετε εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνου, καὶ ὁ καθένας ἀπὸ σᾶς ἂς πάρῃ εἰς τοὺς ὤμους του ἕνα λίθον, κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ,

Τρεμπέλα

εἶπε πρὸς αὐτούς: «Περάστε (προχωρῆστε) ἀπὸ ἐμπρός μου καὶ ἐμπρὸς ἀπὸ τὴν Κιβωτὸν τοῦ Κυρίου καὶ πηγαίνετε εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, καὶ πάρετε ἀπὸ ἐκεῖ ὁ καθένας σας ἀπὸ μίαν πέτραν εἰς τοὺς ὤμους του, κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ,

Ἰησ. Ν. 4,6

ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν;

Κολιτσάρα

διὰ νὰ ὑπάρχουν αὐτοὶ εἰς σᾶς καὶ νὰ μένουν ὡς αἰώνιον σημεῖον, ἵνα, ὅταν εἰς τὸ μέλλον σὲ ἐρωτᾷ ὁ υἱός σου· Διατί καὶ πρὸς τί ὑπάρχουν αὐτοὶ οἱ λίθοι εἰς ἡμᾶς;

Τρεμπέλα

διὰ νὰ ὑπάρχουν οἱ δώδεκα αὐτὲς πέτρες ὡς παντοτινὸν ἀναμνηστικὸν μνημεῖον, ὥστε, ὅταν θὰ σᾶς ἐρωτοῦν ἀργότερα τὰ τέκνα σας· «τί σημαίνουν οἱ δώδεκα αὐτοὶ λίθοι;»,

Ἰησ. Ν. 4,7

καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.

Κολιτσάρα

Σὺ θὰ ἀπαντήσῃς εἰς τὸν υἱόν σου λέγων· Οἱ λίθοι οὗτοι μᾶς ὑπενθυμίζουν ὅτι ὁ Ἰορδάνης ποταμὸς ἐσταμάτησε τὴν ροὴν τῶν ὑδάτων του ἐνώπιον τῆς Κιβωτοῦ τῆς Διαθήκης τοῦ Κυρίου ὅλης τῆς γῆς, καθὼς αὐτὴ διέβαινε τὸν ποταμόν. Οἱ λίθοι αὐτοὶ θὰ εἶναι εἰς αἰωνίαν ἀνάμνησιν διὰ σᾶς τοὺς Ἰσραηλίτας».

Τρεμπέλα

σεῖς θὰ ἀπαντᾶτε εἰς τὰ παιδιά σας μὲ τὴν ἀκόλουθον ἀπάντησιν· «οἱ δώδεκα αὐτοὶ λίθοι δηλώνουν καὶ μαρτυροῦν ὅτι ὁ ποταμὸς Ἰορδάνης ἐσταμάτησε νὰ τρέχῃ καὶ ἐξηράνθη, ὅταν εὑρέθη ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου ὅλης τῆς γῆς, ὅταν ἡ Κιβωτὸς ἐπερνοῦσε τὸν ποταμόν». Καὶ οἱ δώδεκα αὐτοὶ λίθοι θὰ εἶναι παντοτινὸν ἀναμνηστικὸν μνημεῖον διὰ τοὺς Ἰσραηλίτες».

Ἰησ. Ν. 4,8

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ, καθότι ἐνετείλατο Κύριος τῷ Ἰησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, καθάπερ συνέταξε Κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ἰσραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.

Κολιτσάρα

Οἱ Ἰσραηλῖται ἔπραξαν, ὅπως ἀκριβῶς διέταξεν ὁ Κύριος τὸν Ἰησοῦν τοῦ Ναυή. Ἐπῆραν δώδεκα λίθους ἀπὸ τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνου, ὅπως εἶχε διατάξει ὁ Κύριος τὸν Ἰησοῦν, ὅταν εἶχε τελειώσει ἡ διάβασις τῶν Ἰσραηλιτῶν, ἔφεραν μαζῆ των τοὺς λίθους αὐτοὺς εἰς τὸ στρατόπεδον καὶ ἐκεῖ τοὺς ἀπέθεσαν.

Τρεμπέλα

Καὶ οἱ Ἰσραηλῖται ἔκαμαν ἔτσι, ὅπως διέταξεν ὁ Κύριος τὸν Ἰησοῦν τοῦ Ναυῆ. Ἀφοῦ (δηλαδή) ἐπῆραν δώδεκα λίθους ἀπὸ τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, ὅπως διέταξεν ὁ Κύριος τὸν Ἰησοῦν μετὰ τὴν διάβασιν τῶν Ἰσραηλιτῶν ἀπὸ τὸν ποταμόν, τοὺς μετέφεραν μαζί των εἰς τὸ στρατόπεδον καὶ τοὺς ἔθεσαν ἐκεῖ.

Ἰησ. Ν. 4,9

ἔστησε δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.

Κολιτσάρα

Ὁ Ἰησοῦς τοῦ Ναυὴ ἔστησε καὶ ἄλλους δώδεκα λίθους ἐντὸς τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου εἶχον πατήσει οἱ πόδες τῶν ἱερέων τῶν μεταφερόντων τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου. Οἱ λίθοι δὲ αὐτοὶ εὑρίσκονται ἐκεῖ μέχρι τῆς ἡμέρας ποὺ γράφονται αὐτά.

Τρεμπέλα

Ὁ δὲ Ἰησοῦς τοῦ Ναυῆ ἔστησε καὶ ἄλλους δώδεκα λίθους εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, εἰς τὸν τόπον ἀκριβῶς ὅπου εἶχαν πατήσει τὰ πόδια τῶν ἱερέων, οἱ ὁποῖοι ἐκρατοῦσαν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου· οἱ δώδεκα αὐτοὶ ἀναμνηστικοὶ λίθοι ὑπάρχουν ἀκόμη ἐκεῖ μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.

Ἰησ. Ν. 4,10

εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.

Κολιτσάρα

Οἱ ἱερεῖς, ποὺ μετέφεραν τὴν Κιβωτὸν τῆς Διαθήκης, ἦσαν ὄρθιοι μέσα εἰς τὴν κοίτην τοῦ Ἰορδάνου, ἕως ὅτου ὁ Ἰησοῦς ἔφερεν εἰς πέρας ὅλα ὅσα εἶχε διατάξει ὁ Κύριος νὰ ἀναγγείλῃ εἰς τὸν λαόν. Οἱ δὲ Ἰσραηλῖται ἔσπευσαν καὶ διέβησαν τὸν ποταμόν.

Τρεμπέλα

Οἱ δὲ ἱερεῖς, οἱ ὁποῖοι ἐκρατοῦσαν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης, ἐστέκοντο ὅρθιοι εἰς τὸ μέσον τῆς κοίτης τοῦ Ἰορδάνη, μέχρις ὅτου ὁ Ἰησοῦς τοῦ Ναυῆ ἐτελείωσεν ὅλα, ὅσα τὸν διέταξεν ὁ Κύριος νὰ ἀναγγείλῃ εἰς τὸν Ἰσραηλιτικὸν λαόν· καὶ ὁ λαὸς ἐβιάσθη καὶ ἐπέρασε γρήγορα τὸν Ἰορδάνην.

Ἰησ. Ν. 4,11

καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.

Κολιτσάρα

Ὅταν ὅλος ὁ λαὸς ἐτελείωσε τὴν διάβασιν, τότε καὶ ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου διέβη τὸν ποταμόν. Ἔμπροσθεν δὲ ἀπὸ ὅλους ἐβάδιζαν οἱ ἄνδρες ποὺ ἐκρατοῦσαν εἰς τοὺς ὤμους των τοὺς δώδεκα λίθους.

Τρεμπέλα

Ὅταν πλέον ὅλος ὁ λαὸς ἐτελείωσε τὴν διάβασιν τοῦ ποταμοῦ, ἐπέρασε καὶ ἡ Κιβωτὸς τῆς Διαθήκης τοῦ Κυρίου· ἐμπρὸς ἀπὸ ὅλους ἐπροχώρησαν οἱ δώδεκα ἄνδρες, ποὺ ἐκρατοῦσαν τοὺς δώδεκα λίθους.

Ἰησ. Ν. 4,12

καὶ διέβησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωϋσῆς.

Κολιτσάρα

Μαζῆ μὲ τοὺς ἄλλους Ἰσραηλίτας διέβησαν ἡ φυλὴ τοῦ Ρουβήν, ἡ φυλὴ τοῦ Γὰδ καὶ τὸ ἥμισυ ἀπὸ τὴν φυλὴν τοῦ Μανασσῆ ἐξωπλισμένοι, ἐμπρὸς εἰς τοὺς Ἰσραηλίτας, ὅπως εἶχε διατάξει αὐτοὺς ὁ Μωϋσῆς.

Τρεμπέλα

Μαζὶ μὲ ὅλους τοὺς Ἰσραηλίτες ἐπέρασαν τὸν Ἰορδάνην οἱ ἀπόγονοι τοῦ Ρουβὴν καὶ οἱ ἀπόγονοι τοῦ Γὰδ καὶ τὸ ἥμισυ τῶν ἀπογόνων τῆς φυλῆς τοῦ Μανασσῆ ὡπλισμένοι ἐμπρὸς ἀπὸ τοὺς Ἰσραηλίτες, ὅπως ἀκριβῶς τοὺς εἶχε διατάξει ὁ Μωϋσῆς.

Ἰησ. Ν. 4,13

τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν Ἱεριχὼ πόλιν.

Κολιτσάρα

Σαράντα χιλιάδες ἦσαν οἱ ἐλαφρῶς ὡπλισμένοι τῶν δυόμισυ αὐτῶν φυλῶν, οἱ ὁποῖοι διέβησαν τὸν Ἰορδάνην ἐνώπιον τοῦ Κυρίου, διὰ νὰ πολεμήσουν τὴν πόλιν Ἱεριχώ.

Τρεμπέλα

Ἀπὸ τὶς φυλὲς τοῦ Ρουβήν, Γὰδ καὶ Μανασσῆ ἐπέρασαν ἐμπρὸς ἀπὸ τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου σαράντα χιλιάδες ἐτοιμοπόλεμοι, διὰ νὰ κατευθυνθοῦν μὲ τοὺς ἄλλους Ἰσραηλῖτες ἐναντίον τῆς πόλεως Ἱεριχοῦς.

Ἰησ. Ν. 4,14

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωϋσῆν, ὅσον χρόνον ἔζη.

Κολιτσάρα

Κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Κύριος ἐμεγάλυνε καὶ ἐξύψωσε τὸν Ἰησοῦν τοῦ Ναυὴ ἐνώπιον ὅλου τοῦ ἰσραηλιτικοῦ γένους. Ἐφοβοῦντο δὲ καὶ ἐσέβοντο αὐτὸν οἱ Ἰσραηλῖται, ὅπως ἐφοβοῦντο καὶ τὸν Μωϋσῆν, ὅσον χρόνον ἔζη.

Τρεμπέλα

Κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Κύριος ὕψωσε καὶ ἐδόξασε τὸν Ἰησοῦν ἐμπρὸς εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαόν· τὸν ἐφοβοῦντο δέ, τὸν ἐσέβοντο καὶ τὸν ἐτιμοῦσαν βαθύτατα οἱ Ἰσραηλῖται, ὅπως ἐφοβοῦντο, ἐσέβοντο καὶ ἐτιμοῦσαν καὶ τὸν Μωϋσῆν, καθ’ ὅλην τὴν διάρκειαν τῆς ζωῆς του.

Ἰησ. Ν. 4,15

Καὶ εἶπε Κύριος τῷ Ἰησοῖ λέγων·

Κολιτσάρα

Ὁ Κύριος εἶπεν εἰς τὸν Ἰησοῦν·

Τρεμπέλα

Καὶ ὁ Κύριος ἐμίλησε εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπε:

Ἰησ. Ν. 4,16

ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ Ἰορδάνου.

Κολιτσάρα

«δῶσε ἐντολὴν εἰς τοὺς ἱερεῖς, ποὺ μεταφέρουν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Μαρτυρίου τοῦ Κυρίου νὰ ἐξέλθουν τώρα ἀπὸ τὸν Ἰορδάνην».

Τρεμπέλα

«Δῶσε διαταγὴν εἰς τοὺς ἱερεῖς, οἱ ὁποῖοι κρατοῦν εἰς τοὺς ὤμους των τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Μαρτυρίου τοῦ Κυρίου, νὰ βγοῦν πλέον ἀπὸ τὸν Ἰορδάνην».

Ἰησ. Ν. 4,17

καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ Ἰορδάνου.

Κολιτσάρα

Ὁ Ἰησοῦς ἔδωσεν εἰς τοὺς ἱερεῖς τὴν ἐντολὴν αὐτὴν καὶ τοὺς εἶπε· «βγῆτε τώρα ἀπὸ τὸν Ἰορδάνην».

Τρεμπέλα

Καὶ ὁ Ἰησοῦς διέταξε τοὺς ἱερεῖς καὶ τοὺς εἶπε: «Βγῆτε τώρα ἀπὸ τὸν Ἰορδάνην ποταμόν».

Ἰησ. Ν. 4,18

καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ Ἰορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ Ἰορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπίδος.

Κολιτσάρα

Ἀμέσως δὲ συνέβη τοῦτο τὸ παράδοξον· μόλις οἱ ἱερεῖς, οἱ μεταφέροντες τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου βγῆκαν ἀπὸ τὴν κοίτην τοῦ Ἰορδάνου καὶ ἐπάτησαν εἰς τὴν δυτικὴν ὄχθην του, ὥρμησε τὸ ὕδωρ τοῦ Ἰορδάνου εἰς τὸν τόπον του καὶ ἔρρεεν, ὅπως καὶ προηγουμένως, μέσα εἰς ὁλο τὸ ὕψος καὶ πλάτος τῆς κοίτης.

Τρεμπέλα

Καὶ τότε συνέβη τοῦτο: Εὐθὺς μόλις οἱ ἱερεῖς, οἱ ὁποῖοι ἐκρατοῦσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου, ἐβγῆκαν ἀπὸ τὸν Ἰορδάνην καὶ εὐθὺς μόλις ἐπάτησαν τὰ πόδια των εἰς τὴν ξηράν (τῆς δυτικῆς ὄχθης), ὥρμησαν τὰ νερὰ τοῦ Ἰορδάνη εἰς τὴν κανονικήν των κοίτην καὶ ἐπλημμύρισαν καὶ ἐξεχείλισαν εἰς ὅλον τὸ πλάτος καὶ τὸ ὕψος τῆς κοίτης του, ὅπως καὶ προηγουμένως.

Ἰησ. Ν. 4,19

καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἱεριχώ.

Κολιτσάρα

Ἡ ἡμέρα δέ, κατὰ τὴν ὁποίαν ὁ λαὸς ἐβγῆκεν ἀπὸ τὸν Ἰορδάνην, ἦτο ἡ δεκάτη τοῦ πρώτου μηνός, τοῦ Νισάν. Οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν εἰς τὰ Γάλγαλα, εἰς τὴν περιοχὴν τὴν πρὸς ἀνατολὰς τῆς Ἱεριχοῦς.

Τρεμπέλα

Ὁ Ἰσραηλιτικὸς λαὸς ἐπέρασε καὶ ἐβγῆκε ἀπὸ τὸν Ἰορδάνην τὴν δεκάτην τοῦ πρώτου (ἐβραϊκοῦ) μηνὸς (Νισάν) - καὶ οἱ Ἰσραηλῖται ἐστρατοπέδευσαν εἰς τὰ Γάλγαλα, εἰς τὰ ἀνατολικὰ σύνορα τῆς Ἱεριχοῦς.

Ἰησ. Ν. 4,20

καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις

Κολιτσάρα

Τοὺς δὲ δώδεκα λίθους, τοὺς ὁποίους ἐπῆραν ἀπὸ τὴν κοίτην τοῦ Ἰορδάνου, ἔστησεν ὁ Ἰησοῦς εἰς Γάλγαλα,

Τρεμπέλα

Καὶ τοὺς δώδεκα ἐκείνους λίθους, τοὺς ὁποίους ἐπῆραν ἀπὸ τὴν κοίτην τοῦ Ἰορδάνη, ὁ Ἰησοῦς τοῦ Ναυῆ τοὺς ἔστησεν εἰς τὰ Γάλγαλα

Ἰησ. Ν. 4,21

λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι;

Κολιτσάρα

λέγων· «ὅταν σᾶς ἐρωτοῦν τὰ παιδιά σας καὶ σᾶς λέγουν· τί εἶναι αὐτοὶ οἱ λίθοι;

Τρεμπέλα

λέγων: «Ὅταν σᾶς ἐρωτοῦν οἱ ἀπόγονοί σας καὶ σᾶς λέγουν· «τί σημαίνουν αὐτὲς οἱ πέτρες;»,

Ἰησ. Ν. 4,22

ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη Ἰσραὴλ τὸν Ἰορδάνην τοῦτον,

Κολιτσάρα

Σεῖς θὰ ἀναγγείλετε εἰς τὰ παιδιά σας, ὅτι ὡσὰν ἀπὸ ξηρὰν ἐπέρασαν οἱ Ἰσραηλῖται τὸν Ἰορδάνην τοῦτον ποταμόν,

Τρεμπέλα

πληροφορήσετε τὰ παιδιά σας, ὅτι αὐτὲς οἱ πέτρες δηλώνουν, ὅτι «ὁ Ἰσραηλιτικὸς λαὸς ἐπέρασε τὸν Ἰορδάνην αὐτὸν ποταμὸν ὡσὰν εἰς στεγνὸν καὶ ξηρὸν ἔδαφος, χωρὶς νὰ βραχοῦν τὰ πόδια των»,

Ἰησ. Ν. 4,23

ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν,

Κολιτσάρα

διότι Κύριος ὁ Θεὸς ἡμῶν ἐξήρανεν ἐνώπιόν μας τὸ ὕδωρ τοῦ Ἰορδάνου, μέχρις ὅτου διέβημεν αὐτὸν ὅλοι. Καὶ εἰς τὴν περίστασιν αὐτὴν Κύριος ὁ Θεός μας ἔκαμεν ὅ,τι καὶ εἰς τὴν Ἐρυθρὰν Θάλασσαν, τὴν ὁποίαν ἀπεξήρανεν ἐνώπιόν μας, ἕως ὅτου τὴν διέβημεν.

Τρεμπέλα

διότι Κύριος ὁ Θεός μας ἐξήρανε τὸ νερὸν τοῦ Ἰορδάνη εἰς τὸ πέρασμά των, μέχρις ὅτου ἐπέρασαν ὅλοι ἀπὸ τὴν μίαν εἰς τὴν ἄλλην ὄχθην, ὅπως ἀκριβῶς ἔκαμε Κύριος ὁ Θεός μας καὶ εἰς τὴν Ἐρυθρὰν Θάλασσαν, τὴν ὁποίαν ἀπεξήρανε Κύριος ὁ Θεός μας εἰς τὸ πέρασμα μας, μέχρις ὅτου ἐπεράσαμεν ὅλοι·

Ἰησ. Ν. 4,24

ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.

Κολιτσάρα

Καὶ ταῦτα, διὰ νὰ μάθουν ὅλα τὰ ἔθνη τῆς οἰκουμένης, ὅτι ἡ δύναμις τοῦ Κυρίου εἶναι ἰσχυρά, νὰ μάθετε δὲ καὶ σεῖς νὰ σέβεσθε πάντοτε Κύριον τὸν Θεόν μας».

Τρεμπέλα

τὰ δύο μεγάλα αὐτὰ θαύματα ἔγιναν διὰ νὰ γνωρίσουν ὅλοι οἱ λαοὶ τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου εἶναι μεγάλη καὶ ἰσχυρά, καὶ διὰ νὰ σέβεσθε καὶ λατρεύετε μὲ βαθεῖαν εὐλάβειαν σεῖς Κύριον τὸν Θεόν μας πάντοτε».