Ἰησοῦ τοῦ Ναυῆ 9

Ἰησ. Ν. 9,1

Ὡς δὲ ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ἰορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἀμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι,

Κολιτσάρα

Ὅταν δὲ ἐπληροφορήθησαν τὰ γεγονότα αὐτὰ οἱ βασιλεῖς τῶν Ἀμορραίων ποὺ εὑρίσκοντο εἰς τὴν ὀρεινὴν καὶ πεδινὴν περιοχὴν δυτικῶς τοῦ Ἰορδάνου, καὶ ὅσοι κατοικοῦσαν εἰς ὅλην τὴν παραλίαν τῆς μεγάλης θαλάσσης, τῆς Μεσογείου, καὶ οἱ πρὸς τὰ μέρη τοῦ Ἀντιλιβάνου, ὅπως ἐπίσης οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι, οἱ Εὐαῖοι, οἱ Ἀμορραῖοι, οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι,

Τρεμπέλα

Καὶ ὅταν ἐπληροφορήθησαν τὶς νίκες τοῦ Ἰσραὴλ καὶ τὴν ὁλοσχερῆ καταστροφὴν τῆς Ἱεριχοῦς καὶ τῆς Γαὶ οἱ βασιλεῖς τῶν Ἀμορραίων, ποὺ εὑρίσκοντο εἰς τὰ δυτικὰ τοῦ Ἰορδάνη, ὅσοι ἑκατοικοῦσαν εἰς τὰ ὄρη (Ἰούδα καὶ Ἐφραίμ) καὶ εἰς τὶς πεδιάδες (νοτιοδυτικὰ τῆς Παλαιστίνης) καὶ κατὰ μῆκος τῆς παραλίας τῆς μεγάλης θαλάσσης (τῆς Μεσογείου θαλάσσης) καὶ ὅσοι ἐκατοικοῦσαν (πρὸς βορρᾶν) εἰς τὴν περιοχὴν τοῦ Ἀντιλιβάνου, καθὼς ἐπίσης οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἀμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ἰεβουσαῖοι,

Ἰησ. Ν. 9,2

συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ἰσραὴλ ἅμα πάντες.

Κολιτσάρα

συνεκεντρώθησαν ὅλοι συγχρόνως ἐπὶ τὸ αὐτό, διὰ νὰ πολεμήσουν μαζῆ τὸν Ἰησοῦν καὶ τὸν ἰσραηλιτικὸν λαόν.

Τρεμπέλα

ἑνώθηκαν ταυτοχρόνως καὶ ἐσυμμάχησαν ὅλοι μαζὶ διὰ νὰ ἐπιτεθοῦν καὶ πολεμήσουν τὸν Ἰησοῦν του Ναυῆ καὶ ὅλον τὸν Ἰσραηλιτικὸν λαόν.

Ἰησ. Ν. 9,2α

Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ ἐν ὄρει Γαιβάλ,

Κολιτσάρα

Τότε ὁ Ἰησοῦς ἔκτισε θυσιαστήριον εἰς τὸ ὄρος Γαιβάλ, πρὸς τιμὴν καὶ λατρείαν Κυρίου τοῦ Θεοῦ τοῦ Ἰσραήλ,

Τρεμπέλα

Τότε ὁ Ἰησοῦς τοῦ Ναυῆ ἔκτισε θυσιαστήριον διὰ τὴν λατρείαν Κυρίου τοῦ Θεοῦ τοῦ Ἰσραὴλ ἐπάνω εἰς τὸ ὄρος Γαιβάλ,

Ἰησ. Ν. 9,2β

καθότι ἐνετείλατο Μωϋσῆς ὁ θεράπων Κυρίου τοῖς υἱοῖς Ἰσραήλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωϋσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα Κυρίῳ καὶ θυσίαν σωτηρίου.

Κολιτσάρα

ὅπως ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου, εἶχε δώσει ἐντολὴν εἰς τοὺς Ἰσραηλίτας, σύμφωνα μὲ ὅσα ἔχουν γραφῆ εἰς τὸν Νόμον τοῦ Μωϋσῆ, νὰ κτισθῇ δηλαδὴ θυσιαστήριον ἀπὸ ἀκατεργάστους λίθους,ἐπὶ τῶν ὁποίων δὲν ἐκτύπησε καὶ δὲν εἰργάσθη σιδηροῦν ἐργαλεῖον. Ὁ Ἰησοῦς ἐθυσίασεν ἐκεῖ ὁλοκαυτώματα εἰς τιμὴν τοῦ Κυρίου καὶ εὐχαριστήριον θυσίαν διὰ τὴν σωτηρίαν των.

Τρεμπέλα

ὅπως ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Κυρίου, ἔδωκεν ἐντολὴν εἰς τοὺς Ἰσραηλῖτες (σύμφωνα μὲ ἐκεῖνα ποὺ ἔχουν γραφῆ εἰς τὸ βιβλίον τοῦ Νόμου τοῦ Μωϋσῆ) νὰ κτισθῇ θυσιαστήριον ἀπὸ ἀκατέργαστες πέτρες, εἰς τὶς ὁποῖες δὲν ἐχρησιμοποιήθη σιδερένιο ἐργαλεῖο γιὰ νὰ τὶς πελεκήσῃ· ἐπάνω εἰς τὸ θυσιαστήριον αὐτὸ ὁ Ἰησοῦς ἐπρόσφερε εἰς τὸν Κύριον θυσίαν ὁλοκαυτωμάτων καὶ θυσίαν διὰ τὴν σωτηρίαν τοῦ λαοῦ.

Ἰησ. Ν. 9,2γ

καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωϋσῆ, ὃν ἔγραψεν ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ

Κολιτσάρα

Ἐχάραξε δὲ ἐπάνω εἰς τοὺς λίθους τὸ Δευτερονόμιον, τὸν νόμον τοῦ Μωϋσῆ, τὸν ὁποῖον αὐτὸς εἶχε γράψει ἐμπρὸς εἰς τοὺς Ἰσραηλίτας.

Τρεμπέλα

Καὶ ὁ Ἰησοῦς ἔγραψεν ἐπάνω εἰς τὶς πέτρες τὸ Δευτερονόμιον, τὸν νόμον τοῦ Μωϋσῆ, τὸν ὁποῖον αὐτὸς εἶχε γράψει ἐμπρὸς εἰς τοὺς Ἰσραηλῖτες.

Ἰησ. Ν. 9,2δ

καὶ πᾶς Ἰσραὴλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ᾖραν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζίν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβάλ, καθότι ἐνετείλατο Μωϋσῆς ὁ θεράπων Κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις.

Κολιτσάρα

Ὅλος ὁ ἰσραηλιτικὸς λαός, οἱ πρεσβύτεροι, οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν ἐπορεύοντο ἀπὸ τὸ ἕνα καὶ ἀπὸ τὸ ἄλλο μέρος τῆς Κιβωτοῦ καὶ ἀπέναντι. Οἱ δὲ ἱερεῖς καὶ οἱ Λευῖται μετέφεραν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου. Οἱ ξένοι καὶ οἱ Ἰσραηλῖται, ἦσαν οἱ μισοῖ ἀπὸ αὐτοὺς πλησίον τοῦ ὄρους Γαριζὶν καὶ οἱ ἄλλοι μισοὶ πλησίον τοῦ ὄρους Γαιβάλ, ὅπως εἶχε διατάξει προηγουμένως ὁ Μωϋσῆς ὁ ὑπηρέτης τοῦ Θεοῦ, διὰ νὰ εὐλογηθῇ ὁ λαὸς κατὰ πρῶτον.

Τρεμπέλα

Καὶ ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς των ἐπροχώρησαν καὶ ἐπαρακολουθοῦσαν ἀπὸ τὸ ἕνα καὶ τὸ ἄλλο μέρος (ἀπὸ τὶς δύο μεριές) τῆς Κιβωτοῦ καὶ ἀπέναντι, ἐνῷ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐκρατοῦσαν τὴν Κιβωτὸν τῆς Διαθήκης τοῦ Κυρίου. Οἱ ἐθνικοί, ποὺ εἶχαν προσελκυσθῆ εἰς τὴν Ἰουδαϊκὴν πίστιν καὶ ἔγιναν προσήλυτοι, καὶ οἱ Ἰσραηλῖται ἦσαν οἱ μισοὶ κοντὰ εἰς τὸ ὄρος Γαριζὶν μὲ τὰ νῶτα γυρισμένα πρὸς τὸ ὄρος, καὶ οἱ ἄλλοι μισοὶ κοντὰ εἰς τὸ ὄρος Γαιβάλ μὲ τὰ νῶτα γυρισμένα πρὸς τὸ ὄρος· (ἔτσι ὅλοι εἶχαν ἐστραμμένον τὸ πρόσωπόν των πρὸς τοὺς ἱερεῖς καὶ Λευῖτες, ποὺ ἐκρατοῦσαν τὴν Κιβωτόν)· τοῦτο ἔγινε ὅπως εἶχε διατάξει προηγουμένως ὁ Μωϋσῆς, ὁ δοῦλος τοῦ Θεοῦ, διὰ νὰ εὐλογηθῇ, ὅταν θὰ ἤρχετο ἡ ὥρα, κατὰ πρῶτον ὁ λαός.

Ἰησ. Ν. 9,2ε

καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσῆ·

Κολιτσάρα

Μετὰ ταῦτα ἀνέγνωσε μεγαλοφώνως ὁ Ἰησοῦς ὅλους τοὺς λόγους τοῦ Νόμου τούτου, τὰς εὐλογίας δηλαδὴ καὶ τὰς κατάρας, ὅπως ἀκριβῶς ἦσαν γραμμένα εἰς τὸν Νόμον τοῦ Μωϋσῆ.

Τρεμπέλα

Μετὰ ἀπὸ αὐτὰ ὁ Ἰησοῦς ἐδιάβασε δυνατὰ ὅλες τὶς διατάξεις τοῦ Νόμου αὐτοῦ, μὲ ὅλες τὶς εὐλογίες καὶ τὶς κατάρες, ὅπως ἀκριβῶς εἶχαν γραφῆ εἰς τὸ βιβλίον τοῦ Νόμου τοῦ Μωϋσῆ.

Ἰησ. Ν. 9,2ζ

οὐκ ἦν ῥῆμα ἀπὸ πάντων ὧν ἐνετείλατο Μωϋσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ἰσραήλ, τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ἰσραήλ.

Κολιτσάρα

Δὲν ὑπῆρξε κανένας λόγος, ἀπὸ ὅσους διέταξεν ὁ Μωϋσῆς εἰς τὸν Ἰησοῦν, τὸν ὁποῖον νὰ μὴ ἀνέγνωσεν ὁ Ἰησοῦς εἰς ἐπήκοον ὅλης τῆς συγκεντρώσεως τῶν Ἰσραηλιτῶν, εἰς τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ παιδία καὶ τοὺς ξένους, οἱ ὁποῖοι συνεβάδιζαν μὲ τοὺς Ἰσραηλίτας.

Τρεμπέλα

Δὲν ἔμεινε καμμία λέξις καὶ κανένας λόγος ἀπὸ ὅλα, ὅσα διέταξεν ὁ Μωϋσῆς εἰς τὸν Ἰησοῦν, ποὺ νὰ μὴ τὸν ἐδιάβασε ὁ Ἰησοῦς δυνατά, ὥστε νὰ τὸν ἀκούσῃ ὅλη ἡ συνάθροισις τῶν Ἰσραηλιτῶν, ποὺ ἀπετελεῖτο ἀπὸ τοὺς ἄνδρες καὶ τὶς γυναῖκες καὶ τὰ παιδιὰ καὶ τοὺς ἐθνικούς, ποὺ εἶχαν προσελκυσθῆ εἰς τὴν Ἰουδαϊκὴν πίστιν καὶ ἔγιναν προσήλυτοι, οἱ ὁποῖοι ἐζοῦσαν μεταξὺ τῶν Ἰσραηλιτῶν.

Ἰησ. Ν. 9,3

Καὶ οἱ κατοικοῦντες Γαβαὼν ἤκουσαν πάντα, ὅσα ἐποίησε Κύριος τῇ Ἱεριχὼ καὶ τῇ Γαί.

Κολιτσάρα

Οἱ κάτοικοι τῆς Γαβαὼν ἐπληροφορήθησαν ὅλα, ὅσα ἔκαμεν ὁ Κύριος εἰς τὴν Ἱεριχὼ καὶ τὴν Γαί.

Τρεμπέλα

Καὶ οἱ κάτοικοι τῆς Γαβαὼν ἐπληροφορήθησαν ὅλα, ὅσα ἔκαμεν ὁ Κύριος διὰ τοῦ Ἰησοῦ τοῦ Ναυῆ εἰς τὴν Ἱεριχὼ καὶ τὴν Γαί.

Ἰησ. Ν. 9,4

καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους,

Κολιτσάρα

Αὐτοὶ ὅμως ἐπενόησαν ἕνα πανοῦργον τρόπον διαφυγῆς των. Ἐξεκίνησαν εἰς συνάντησιν τῶν Ἰσραηλιτῶν, ἀφοῦ ἔλαβον προμηθείας διὰ τὴν πορείαν των. Ἔλαβον δηλαδὴ καὶ ἐφόρτωσαν εἰς τοὺς ὄνους των παλαιοὺς σάκκους καὶ ἀσκούς μὲ κρασὶ παλαιούς, σκισμένους καὶ δεμένους.

Τρεμπέλα

Αὐτοὶ ὅμως, ἀντίθετα πρὸς τοὺς ἄλλους, δὲν ἐπετέθησαν κατὰ τῶν Ἰσραηλιτῶν, ἀλλὰ ἐφέρθησαν ἀπέναντί των μὲ ἀπατηλὸν στρατήγημα καὶ πανουργίαν. Ἐπῆγαν πρὸς τοὺς Ἰσραηλῖτες μεταμφιεσμένοι ὡς πρεσβευταὶ μὲ τὸν ἀκόλουθον τρόπον: Ἐπρομηθεύθησαν τρόφιμα καὶ ἑτοίμασαν προμήθειες ταξιδιοῦ καὶ ἐφόρτωσαν παλιὰ σακκιὰ ἐπάνω εἰς τοὺς ὄνους των καὶ ἀσκιὰ μὲ κρασί παλιά, σχισμένα, μπαλωμένα καὶ δεμένα·

Ἰησ. Ν. 9,5

καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν, καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.

Κολιτσάρα

Τὰ πέλματα τῶν ὑποδημάτων των καὶ τὰ ὑποδήματά των ἦσαν παλαιὰ καὶ μπαλωμένα. Ἐπίσης δὲ καὶ τὰ ἐνδύματα ποὺ ἔφεραν ἐπάνω τους ἦσαν παλαιά. Ὅλο τὸ ψωμὶ τὸ ὁποῖον ἔφεραν μαζῆ των πρὸς διατροφήν των, ἦτο ξηρόν, μουχλιασμένον καὶ ἀποσυντεθειμένον.

Τρεμπέλα

καὶ ἐφόρεσαν εἰς τὰ πόδια των παπούτσια μὲ σόλες μπαλωμένες καὶ παλιὲς καὶ σανδάλια παλιὰ καὶ φαγωμένα (τριμμένα), καὶ ἐντύθησαν μὲ φορεσιὲς παλιωμένες· τὸ δὲ ψωμί, ποὺ εἶχαν πάρει διὰ τὸ ταξίδι τους, ἦταν κατάξερο, μουχλιασμένο καὶ μισοφαγωμένο (ἢ κατ’ ἄλλους: Ἀποσυντεθειμένο).

Ἰησ. Ν. 9,6

καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ἰσραὴλ εἰς Γάλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ἰσραήλ· ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.

Κολιτσάρα

Αὐτοὶ ἦλθαν πρὸς τὸν Ἰησοῦν εἰς τὸ ἰσραηλιτικὸν στρατόπεδον, ποὺ εὑρίσκετο εἰς τὰ Γάλγαλα, καὶ εἶπον πρὸς αὐτὸν καὶ τοὺς Ἰσραηλίτας· «ἔχομεν ἔλθει ἀπὸ μακρυνὴν χώραν· καὶ τώρα σᾶς παρακαλοῦμεν συνάψατε συμφωνίαν μὲ ἡμᾶς».

Τρεμπέλα

Ἔπειτα ἦλθαν εἰς τὸν Ἰησοῦν, εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν εἰς τὰ Γάλγαλα, καὶ εἶπαν εἰς τὸν Ἰησοῦν καὶ τοὺς Ἰσραηλῖτες: «Ἤλθαμε ἀπὸ χώραν μακρινή»· δι’ αὐτὸ τώρα κάμετε μαζί μας συνθήκην εἰρήνης καὶ συμμαχίαν φιλίας».

Ἰησ. Ν. 9,7

καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τὸν Χορραῖον· ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην;

Κολιτσάρα

Οἱ Ἰσραηλῖται ἀπήντησαν πρὸς αὐτούς, τοὺς Χορραίους· «προσέξατε μήπως μένετε πολὺ πλησίον μας. Διότι ἔτσι πῶς εἶναι δυνατὸν νὰ συνάψωμεν μὲ σᾶς συμφωνίαν φιλίας;»

Τρεμπέλα

Καὶ οἱ Ἰσραηλῖται ἀπάντησαν πρὸς τοὺς Χορραίους (τοὺς κατοίκους τῆς Γαβαών): «Προσέξετε μήπως τυχὸν κατοικεῖτε μεταξύ μας· διότι, ἂν συμβαίνῃ αὐτό, πῶς θὰ συνάψωμεν μαζί σας συνθήκην εἰρήνης καὶ συμμαχίαν φιλίας;».

Ἰησ. Ν. 9,8

καὶ εἶπαν πρὸς Ἰησοῦν· οἰκέται σού ἐσμεν. καὶ εἶπε πρὸς αὐτοὺς Ἰησοῦς· πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε;

Κολιτσάρα

Ἐκεῖνοι ἀπήντησαν πρὸς τὸν Ἰησοῦν· «εἴμεθα δοῦλοι σου». Εἶπε δὲ πρὸς αὐτοὺς ὁ Ἰησοῦς· «ἀπὸ ποῦ κατάγεσθε καὶ ἀπὸ ποῦ ἤλθατε;»

Τρεμπέλα

Καὶ οἱ Χορραῖοι ἀπάντησαν πρὸς τὸν Ἰησοῦν: «Εἴμαστε δοῦλοι σου». Καὶ ὁ Ἰησοῦς τοὺς εἶπε: «Ἀπὸ ποὺ εἶσθε καὶ ἀπὸ ποὺ ἤλθατε;»

Ἰησ. Ν. 9,9

καὶ εἶπαν· ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ

Κολιτσάρα

Ἐκεῖνοι ἀπήντησαν· «ἡμεῖς οἱ δοῦλοι σου, ἔχομεν ἔλθει ἀπὸ χώραν πολὺ μακρυνὴν ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σας. Διότι ἠκούσαμεν τὸ ὄνομά του καὶ ὅσα θαύματα ἔκαμεν εἰς τὴν Αἴγυπτον.

Τρεμπέλα

Αὐτοὶ τοῦ ἀπάντησαν: «Ἀπὸ χώραν πολὺ μακρινὴν ἔχομεν φθάσει οἱ δοῦλοι σου διὰ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου· διότι ἔχομεν ἀκούσει τὴν μεγάλην φήμην καὶ τὴν καταπληκτικὴν δύναμιν τοῦ ὀνόματός του καὶ ὅλα τὰ θαυμαστὰ γεγονότα, ποὺ ἔκαμεν εἰς τὴν Αἴγυπτον,

Ἰησ. Ν. 9,10

καὶ ὅσα ἐποίησε τοῖς βασιλεῦσι τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων καὶ τῷ Ὢγ βασιλεῖ τῆς Βασάν, ὃς κατῴκει ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδραΐν.

Κολιτσάρα

Καὶ ὅσα ἔκαμεν ἐναντίον τῶν βασιλέων τῶν Ἀμορραίων, οἱ ὁποῖοι ἦσαν ἀνατολικῶς πέραν τοῦ Ἰορδάνου, εἰς τὸν Σηών, τὸν βασιλέα τῶν Ἀμορραίων καὶ εἰς τὸν Ὤγ, βασιλέα τῆς χώρας Βασάν, ὁ ὁποῖος κατοικοῦσε εἰς τὰς πόλεις Ἀσταρὼθ καὶ Ἐδραΐν.

Τρεμπέλα

καὶ ὅλα, ὅσα ἔκαμεν εἰς τοὺς δύο βασιλεῖς τῶν Ἀμορραίων, οἱ ὁποῖοι ἦσαν εἰς τὰ ἀνατολικὰ τοῦ Ἰορδάνη· δηλαδὴ εἰς τὸν Σηών, τὸν βασιλιᾶ τῶν Ἀμορραίων, καὶ εἰς τὸν Ὤγ, τὸν βασιλιᾶ τῆς χώρας Βασάν, ὁ ὁποῖος ἐκατοικοῦσε εἰς τὴν Ἀσταρὼθ καὶ τὴν Ἐδραΐν.

Ἰησ. Ν. 9,11

καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες· λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς· οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν τὴν διαθήκην.

Κολιτσάρα

Πληροφορηθέντες τὰ γεγονότα αὐτὰ οἱ πρεσβύτεροι ἀρχηγοί μας καὶ ὅλοι οἱ κάτοικοι τῆς χώρας μᾶς εἶπαν· Πάρετε μαζῆ σας τροφοδοσίαν διὰ τὸν δρόμον, πηγαίνετε νὰ συναντήσετε τοὺς Ἰσραηλίτας καὶ θὰ εἴπετε πρὸς αὐτούς· εἴμεθα δοῦλοι σας, κλείσατε μαζῆ μας συμφωνίαν φιλίας.

Τρεμπέλα

Ὅταν ἐπληροφορήθησαν τὰ γεγονότα αὐτὰ οἱ πρεσβύτεροι ἀρχηγοί μας καὶ ὅλοι οἱ κάτοικοι τῆς χώρας μας μᾶς ἐμίλησαν καὶ μᾶς εἶπαν: «Πάρετε μαζί σας τρόφιμα, προμήθειες διὰ τὸ ταξίδι καὶ πηγαίνετε νὰ συναντήσετε τοὺς Ἰσραηλῖτες καὶ νὰ τοὺς εἰπῆτε· εἴμαστε δοῦλοι σας καὶ δι’ αὐτὸ κάμετε τώρα μαζί μας συνθήκην εἰρήνης καὶ συμμαχίαν φιλίας».

Ἰησ. Ν. 9,12

οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς. νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασι βεβρωμένοι.

Κολιτσάρα

Αὐτοὶ οἱ ἄρτοι, μὲ τοὺς ὁποίους ἐφωδιάσθημεν, ἦσαν ζεστοὶ τὴν ἡμέραν ποὺ ἐξήλθομεν πρὸς συνάντησίν σας. Τώρα ἔγιναν ξηροὶ καὶ μουχλιασμένοι.

Τρεμπέλα

Αὐτὰ τὰ ψωμιὰ ποὺ βλέπετε, ἦσαν φρέσκα, ζεστά, ὅταν τὰ ἐπήραμε μαζί μας ὡς ἐφόδια τὴν ἡμέραν ποὺ ἐξεκινήσαμε νὰ ἔλθωμεν πρὸς σᾶς· τώρα φῶς, ὕστερα ἀπὸ τόσον μακρινὸ ταξίδι, ἐστέγνωσαν, ἔγιναν κατάξερα, ἐμούχλιασαν καὶ ἔχουν μισοφαγωθῆ (ἢ κατ’ ἄλλους: Ἔχουν ἀποσυντεθῆ).

Ἰησ. Ν. 9,13

καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασι· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.

Κολιτσάρα

Οἱ ἀσκοῖ αὐτοὶ τοῦ οἴνου ἦσαν καινούργιοι, ὅταν τοὺς ἐγεμίσαμεν, καὶ τώρα ἔχουν σχισθῇ. Τὰ ἐνδύματά μας καὶ τὰ ὑποδήματά μας ἐπάληωσαν καὶ ἐφθάρησαν ἀπὸ τὴν πολὺ μακρυνὴν πορείαν, ποὺ ἐκάμαμε ἕως ἐδῶ».

Τρεμπέλα

Αὐτὰ τὰ ἀσκιὰ τοῦ κρασιοῦ, ὅταν τὰ ἐγεμίσαμεν, ἦσαν καινούργια· τώρα ὅμως ἐπάλιωσαν, ἐσχίσθησαν. Καὶ τὰ ροῦχα μας καὶ τὰ παπούτσια μας ἔχουν παλιώσει καὶ λειώσει ἀπὸ τὸν πάρα πολὺ μακρινὸν δρόμον, ποὺ ἐπερπατήσαμε, προκειμένου νὰ σᾶς συναντήσωμεν».

Ἰησ. Ν. 9,20

καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ Κύριον οὐκ ἐπηρώτησαν.

Κολιτσάρα

Οἱ ἄρχοντες τοῦ ἰσραηλιτικοῦ λαοῦ ἐπῆραν ἀπὸ τοὺς ἄρτους ἐκείνων (τοὺς εἶδαν μουχλιασμένους καὶ παρεδέχθησαν ὡς ἀληθινὴν τὴν ἱστορίαν τῶν Γαβαωνιτῶν) καὶ ἐπροχώρησαν εἰς σύναψιν συνθήκης, χωρὶς νὰ ἐρωτήσουν τὸν Κύριον.

Τρεμπέλα

Καὶ οἱ ἄρχοντες τῶν Ἰσραηλιτῶν ἐπῆραν καὶ ἐγεύθησαν ἀπὸ τὰ τρόφιμα, ποὺ τοὺς παρουσίασαν οἱ Χορραῖοι, καὶ ἔτσι ἐσύναψαν μαζί τους συνθήκην εἰρήνης καὶ φιλίας χωρὶς νὰ συμβουλευθοῦν προηγουμένως τὸν Κύριον.

Ἰησ. Ν. 9,21

καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθεντο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς.

Κολιτσάρα

Ὁ Ἰησοῦς ἔκλεισε μὲ αὐτοὺς εἰρήνην καὶ συνῆψε μαζῆ των συνθήκην νὰ σεβασθῇ τὴν ζωήν των. Οἱ ἄρχοντες τοῦ λαοῦ ὡρκίσθησαν εἰς αὐτοὺς διὰ τὴν συμφωνίαν.

Τρεμπέλα

Καὶ ὁ Ἰησοῦς ἔκλεισε μαζί τους συνθήκην εἰρήνης. Μὲ τὴν συνθήκην αὐτὴν τοὺς ὑπέσχετο ὅτι θὰ σεβασθῇ τὴν ζωήν των καὶ δὲν θὰ τοὺς φονεύσῃ, οἱ δὲ ἄρχοντες τῶν Ἰσραηλιτῶν ἔδωσαν καὶ ὅρκον διὰ τὴν συμφωνίαν αὐτήν.

Ἰησ. Ν. 9,22

καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην, ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσι, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσι.

Κολιτσάρα

Μετὰ τρεῖς ἡμέρας ἀφοῦ συνήφθη ἡ συνθήκη μὲ τοὺς Γαβαωνίτας, ἐπληροφορήθησαν ὅτι αὐτοὶ εὑρίσκοντο πλησίον των, ὅτι κατοικοῦν ἐκεῖ κοντά των.

Τρεμπέλα

Συνέβη ὅμως τοῦτο: Τρεῖς ἡμέρες ὕστερα ἀπὸ τὴν ἡμέραν ποὺ οἱ Ἰσραηλῖται ἔκλεισαν συνθήκην εἰρήνης, ἐπληροφορήθησαν ὅτι οἱ Γαβαωνῖται ἦσαν γείτονές των καὶ ὅτι ἑκατοικοῦσαν μεταξύ των.

Ἰησ. Ν. 9,23

καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαὼν καὶ Κεφιρὰ καὶ Βηρὼθ καὶ πόλεις Ἰαρίν.

Κολιτσάρα

Οἱ Ἰσραηλῖται ἀνεχώρησαν καὶ ἦλθαν εἰς τὰς πόλεις τῶν Γαβαωνιτῶν. Αἱ πόλεις των ἦσαν· Ἡ Γαβαών, ἡ Κεφιρά, ἡ Βηρὼθ καὶ αἱ πόλεις Ἰαρίν.

Τρεμπέλα

Καὶ οἱ Ἰσραηλῖται ἐξεκίνησαν καὶ ἔφθασαν εἰς τὶς πόλεις τῶν Γαβαωνιτῶν· οἱ δὲ πόλεις των ἦσαν ἡ Γαβαών, ἡ Κεφιρά, ἡ Βηρὼθ καὶ οἱ πόλεις Ἰαρίν.

Ἰησ. Ν. 9,24

καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσι.

Κολιτσάρα

Οἱ Ἰσραηλῖται δὲν ἐπολέμησαν ἐναντίον των καὶ δὲν τοὺς ἐφόνευσαν, διότι ὅλοι οἱ ἄρχοντες εἶχαν δώσει δι’ αὐτὸ ὅρκον εἰς Κύριον τὸν Θεὸν τοῦ Ἰσραήλ. Διὰ τοῦτο ὅλον τὸ πλῆθος τοῦ ἰσραηλιτικοῦ λαοῦ ἐγόγγυζαν ἐναντίον τῶν ἀρχόντων.

Τρεμπέλα

Οἱ Ἰσραηλῖται ὅμως δὲν ἐπολέμησαν καὶ δὲν ἐφόνευσαν τοὺς κατοίκους τῶν πόλεων αὐτῶν, διότι ὅλοι οἱ ἄρχοντες τῶν Ἰσραηλιτῶν ὡρκίσθησαν εἰς τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, ὅτι θὰ σεβασθοῦν τὴν ζωήν των. Διὰ τὸ γεγονὸς αὐτὸ ἐγόγγυσεν ὅλος ὁ Ἰσραηλιτικὸς λαὸς ἐναντίον τῶν ἀρχόντων των.

Ἰησ. Ν. 9,25

καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ· ἡμεῖς ὠμόσαμεν αὐτοῖς Κύριον τὸν Θεὸν Ἰσραὴλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·

Κολιτσάρα

Εἶπαν τότε οἱ ἄρχοντες εἰς ὅλην τὴν συγκέντρωσιν τοῦ λαοῦ· «ἡμεῖς ἐδώσαμεν δι’ αὐτοὺς ὅρκον ἐνώπιον Κυρίου τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν. Ἔχομεν δεσμευθῆ καὶ δὲν ἠμποροῦμεν νὰ τοὺς ἐγγίσωμεν.

Τρεμπέλα

Καὶ οἱ ἄρχοντες εἶπαν εἰς ὅλην τὴν συγκέντρωσιν τῶν Ἰσραηλιτῶν: «Ἔμεῖς ὠρκισθήκαμε δι’ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου, τοῦ Θεοῦ τοῦ Ἰσραήλ· ἐπειδὴ δὲ ἔχομεν δεσμευθῆ, δὲν θὰ ἠμπορέσωμεν τώρα νὰ τοὺς ἐγγίσωμεν διὰ νὰ τοὺς σκοτώσωμεν·

Ἰησ. Ν. 9,26

τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·

Κολιτσάρα

Τοῦτο μόνον θὰ κάμωμεν. Θὰ τοὺς ἀφήσωμεν ζωντανούς, θὰ σεβασθῶμεν τὴν ζωήν των καὶ ἔτσι δὲν θὰ ὀργισθῇ ὁ Κύριος ἐναντίον μας, διότι ἐτηρήσαμεν τὸν ὅρκον ποὺ ἐδώσαμεν εἰς αὐτούς.

Τρεμπέλα

θὰ κάμωμεν ὅμως τοῦτο: Θὰ τοὺς ἀφήσωμεν νὰ ζήσουν, δὲν θὰ τοὺς σκοτώσωμεν. Μὲ τὸν τρόπον αὐτὸν δὲν θὰ ἐκσπάσῃ ἐναντίον μας ἡ ὀργὴ τοῦ Θεοῦ, ἕνεκα τοῦ ὅρκου, τὸν ὁποῖον ἐδώσαμεν εἰς αὐτούς, ὅτι θὰ σεβασθῶμεν τὴν ζωήν των.

Ἰησ. Ν. 9,27

ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.

Κολιτσάρα

Θὰ ζήσουν λοιπὸν αὐτοί, θὰ εἶναι ὅμως ξυλοκόποι καὶ νεροφόροι ὅλου τοῦ Ἑβραϊκοῦ λαοῦ, ὅπως εἶπαν πρὸς αὐτοὺς οἱ ἄρχοντες».

Τρεμπέλα

Αὐτοὶ θὰ διατηρηθοῦν εἰς τὴν ζωὴν καὶ θὰ εἶναι ξυλοκόποι καὶ νεροφόροι ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ὅπως ἀπεφάσισαν δι’ αὐτοὺς οἱ ἄρχοντες».

Ἰησ. Ν. 9,28

καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· διατί παρελογίσασθέ με λέγοντες, μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα, ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν;

Κολιτσάρα

Προσεκάλεσε κατόπιν ὁ Ἰησοῦς τοὺς Γαβαωνίτας καὶ τοὺς εἶπε· «διατί μὲ ἐξηπατήσατε καὶ μοῦ εἴπατε ὅτι ἀνήκετε εἰς χώραν πολὺ μακρυνήν, ἐνῶ σεῖς εἶσθε εἰς τὴν πραγματικότητα ἐντόπιοι καὶ κατοικεῖτε εἰς τὴν περιοχήν μας;

Τρεμπέλα

Καὶ ὁ Ἰησοῦς ἐκάλεσε τοὺς Γαβαωνῖτες καὶ τοὺς εἶπε: «Διατί μὲ ἐξαπατήσατε καὶ μοῦ εἴπατε «εἴμαστε ἀπὸ χώραν πολὺ μακρινὴν ἀπὸ σέ», ἐνῶ εἶσθε πράγματι κάτοικοι τῆς χώρας, εἰς τὴν ὁποίαν κατοικοῦμεν καὶ ἐμεῖς;

Ἰησ. Ν. 9,29

καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος οὐδὲ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου.

Κολιτσάρα

Ἐπικατάρατοι νὰ εἶσθε τώρα. Ποτὲ δὲν θὰ λείψουν ἀπὸ σᾶς δοῦλοι, ξυλοκόποι καὶ ὑδροφόροι δι’ ἐμὲ καὶ τὸν Θεόν».

Τρεμπέλα

Ἐπειδὴ λοιπὸν μὲ ἐξαπατήσατε, τώρα νὰ εἶσθε καταράμενοι· κανεὶς ἀπὸ σᾶς δὲν θὰ παύσῃ νὰ εἶναι δοῦλος εἰς ἐμὲ καὶ τὸν Θεόν μου, ξυλοκόπος καὶ νεροφόρος».

Ἰησ. Ν. 9,30

καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες· ἀνηγγέλη ἡμῖν ὅσα συνέταξε Κύριος ὁ Θεός σου Μωϋσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολοθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς πρὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.

Κολιτσάρα

Οἱ Γαβαωνῖται ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν καὶ εἶπαν· «ἀνηγγέλθησαν εἰς ἡμᾶς ὅλα ἐκεῖνα, ποὺ διέταξε Κύριος ὁ Θεός σου εἰς τὸν Μωϋσῆν τὸν δοῦλον του, ὅτι δηλαδὴ θὰ δώσῃ εἰς σᾶς τὴν χώραν αὐτὴν καὶ θὰ ἐξολοθρεύσῃ ἀπὸ ἐμπρός σας ὅλους ἡμᾶς ποὺ κατοικοῦμεν εἰς αὐτήν, καὶ ἐφοβήθημεν πάρα πολὺ ἀπὸ σᾶς διὰ τὴν ζωήν μας, διὰ τοῦτο δὲ καὶ κατεφύγαμεν εἰς τὴν πρᾶξιν αὐτήν.

Τρεμπέλα

Οἱ Γαβαωνῖται ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν καὶ τοῦ εἶπαν: «Μᾶς ἐπληροφόρησαν ὅλα, ὅσα διέταξε Κύριος ὁ Θεός σου τὸν Μωϋσῆν, τὸν δοῦλον του, ὅτι δηλαδὴ θὰ δώσῃ εἰς σᾶς ὅλην αὐτὴν τὴν χώραν καὶ θὰ ἐξολοθρεύσῃ ὅλους ἐμᾶς καὶ ὅλους, ὅσοι κατοικοῦν εἰς αὐτὴν ἀπὸ τὸν δρόμον σας, καὶ διὰ τοῦτο ἐτρομοκρατηθήκαμε πάρα πολὺ διὰ τὴν ζωήν μᾶς, ὅταν ἐφθάσατε ἐδῶ καὶ εὐρεθήκαμε ἐμπρός σας· διὰ τοὺς λόγους αὐτοὺς ἐχρησιμοποιήσαμε τὸ τέχνασμα τοῦτο καὶ ἐνεργήσαμε ἔτσι.

Ἰησ. Ν. 9,31

καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.

Κολιτσάρα

Καὶ τώρα ἰδού, ἡμεῖς εἴμεθα δοῦλοι σας. Ὅπως θέλετε καὶ ὅπως νομίζετε, κάμετε εἰς ἡμᾶς».

Τρεμπέλα

Καὶ τώρα νά· εἴμαστε εἰς τὰ χέρια σας, εἰς τὴν ἐξουσίαν σας· ὅπως σᾶς ἀρέσει καὶ ὅπως σᾶς φαίνεται δίκαιον καὶ ὀρθόν, συμπεριφερθῆτε μας».

Ἰησ. Ν. 9,32

καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ἰσραήλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.

Κολιτσάρα

Οἱ Ἰσραηλῖται ἔκαμαν εἰς αὐτούς, ὅπως εἶχαν εἴπει. Ὁ Ἰησοῦς τοῦ Ναυὴ τοὺς ἐγλύτωσεν ἀπὸ τὰ χέρια τῶν Ἰσραηλιτῶν καὶ δὲν τοὺς ἐφόνευσαν.

Τρεμπέλα

Ἔτσι οἱ Ἰσραηλῖται τοὺς συμπεριεφέρθησαν μὲ τὸν τρόπον ποὺ ἀνεφέρθη προηγουμένως. Κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰησοῦς τοὺς ἐγλύτωσε ἀπὸ τὰ χέρια τῶν Ἰσραηλιτῶν, καὶ ἔτσι δὲν τοὺς ἐφόνευσαν.

Ἰησ. Ν. 9,33

καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος.

Κολιτσάρα

Ἀλλὰ ἀπὸ τὴν ἡμέραν ἐκείνην ὑπεχρέωσεν αὐτοὺς νὰ εἶναι ξυλοκόποι καὶ νεροφόροι εἰς ὅλον τὸν ἑβραϊκὸν λαὸν καὶ εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Διὰ τοῦτο ἔγιναν οἱ κάτοικοι τῆς Γαβαὼν ξυλοκόποι καὶ νεροφόροι εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ, δηλαδὴ τὴν Σκηνὴν τοῦ Μαρτυρίου, μέχρι σήμερον, θὰ εἶναι δὲ καὶ βραδύτερον εἰς ἱερὸν τόπον, τὸν ὁποῖον θὰ ἐκλέξῃ ὁ Κύριος, ὡς ναόν του.

Τρεμπέλα

Καὶ ἀπὸ τὴν ἡμέραν ἐκείνην ὁ Ἰησοῦς τοὺς κατέστησε ξυλοκόπους καὶ νεροφόρους εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν καὶ εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Διὰ τοῦτο οἱ κάτοικοι τῆς Γαβαὼν ἔγιναν ξυλοκόποι καὶ νεροφόροι τοῦ θυσιαστηρίου τοῦ Θεοῦ μέχρι τῆς σημερινῆς ἡμέρας, ποὺ γράφονται τὰ γεγονότα αὐτά· τέτοιοι θὰ εἶναι καὶ ἀργότερα εἰς τὸν ἅγιον τόπον τοῦ ναοῦ, τὸν ὁποῖον θὰ διαλέξῃ καὶ θὰ καθορίσῃ ὁ Κύριος.