Ἰώβ 42

Ἰώβ 42,1

Ὑπολαβὼν δὲ Ἰὼβ λέγει τῷ Κυρίῳ·

Κολιτσάρα

Ἔλαβε τὸν λόγον τότε ὁ Ἰὼβ καὶ εἶπε πρὸς τὸν Κύριον·

Τρεμπέλα

Λαβὼν δὲ τὸν λόγον ὁ Ἰὼβ εἶπεν εἰς τὸν Κύριον:

Ἰώβ 42,2

οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.

Κολιτσάρα

«γνωρίζω πλέον πολὺ καλά, Κύριε, ὅτι σὺ δύνασαι τὰ πάντα, τίποτε δὲ δὲν εἶναι ἀδύνατον εἰς σέ.

Τρεμπέλα

«Γνωρίζω καὶ πείθομαι ἐξ ὅσων περὶ τῶν θηρίων καὶ τῆς δυνάμεως τούτων ἐλέχθησαν, ὅτι δύνασαι τὰ πάντα, τίποτε δὲ δὲν σοῦ εἶναι ἀδύνατον.

Ἰώβ 42,3

τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; φειδόμενος δὲ ῥημάτων, καὶ σὲ οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι ἃ οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην;

Κολιτσάρα

Ποῖος δὲ εἶναι δυνατὸν νὰ κρύψῃ ἀπὸ σὲ τὰς σκέψεις καὶ ἀποφάσεις του; Ποιὸς δὲ εἶναι ἐκεῖνος, ποὺ τσιγκουνευόμενος καὶ συγκρατῶν μέσα τὰ λόγια του νομίζει ὅτι δύναται νὰ τὰ ἀποκρύψῃ ἀπὸ σέ; Ποῖος ὅμως ἄλλος, ἐκτὸς ἀπὸ σέ, θὰ μοῦ ἀνήγγελλεν αὐτά, ποὺ δὲν ἐγνώριζα, τὰ μεγάλα καὶ ἀξιοθαύμαστα, ποὺ δὲν ἤξευρα;

Τρεμπέλα

Ζητῶ συγχώρησιν δι’ ὅσα εἶπον συζητῶν μὲ τοὺς φίλους μου. Διότι ποῖος ἄλλος παρὰ ἐγὼ εἶμαι ἐκεῖνος, ποὺ παρεξήγησα καὶ συνεσκότισα τὸ σοφὸν σχεδιόν σου καὶ τὴν ἀγαθὴν βουλήν σου; Ὁμιλῶν δὲ μὲ πολλὴν φειδὼ τῶν λόγων μου ἐγὼ ἐνόμισα, ὅτι σὺ συνεσκότισας τὴν βουλήν σου; Ποῖος ὅμως θὰ μοῦ ἀνήγγελλεν ἐκεῖνα, ποὺ δὲν ἐγνώριζα, τὰ μεγάλα καὶ θαυμαστά, ποὺ δὲν ἤξευρα;

Ἰώβ 42,4

ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον.

Κολιτσάρα

Ἄκουσε δὲ ἐμέ, Κύριε, διὰ νὰ τολμήσω νὰ ὁμιλήσω καὶ ἐγὼ πρὸς σέ. Θὰ σὲ ἐρωτήσω, σὺ δὲ δίδαξέ με.

Τρεμπέλα

Ἀκουσέ με ὅμως, Κύριε, ἵνα ὁμιλήσω καὶ ἐγώ· θὰ σὲ ἐρωτήσω δέ, σὺ δὲ δίδαξόν με.

Ἰώβ 42,5

ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε·

Κολιτσάρα

Μέχρι τώρα μὲ τὰ αὐτιά μου μόνον ἤκουα περὶ σοῦ καὶ τῶν μεγαλείων σου. Τώρα ὅμως σὲ εἶδα μὲ τὰ ἴδια μου τὰ μάτια.

Τρεμπέλα

Ἤκουα μὲν προτήτερα μὲ τὰ αὐτιά μου τὴν περὶ σοῦ ἀλήθειαν παρ’ ἄλλων, τώρα ὅμως σὲ ἔχω ἴδει μὲ τὰ μάτια μου.

Ἰώβ 42,6

διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.

Κολιτσάρα

Διὰ τοῦτο ἐλεεινολόγησα καὶ ἐξουθένωσα τὸν ἑαυτόν μου, ἔλυωσα ἀπὸ ψυχικὴν συντριβήν, αἰσθάνομαι ὅτι εἶμαι πράγματι χῶμα καὶ στάκτη».

Τρεμπέλα

Καὶ κατόπιν τῆς γνώσεως, ποὺ μοῦ μετέδωκες, ἐξουδένωσα καὶ ἐλεεινολόγησα τὸν ἑαυτόν μου καὶ συνετρίβην ἐκ τῆς συναισθήσεως διὰ τὴν πλάνην μου· θεωρῶ δὲ τὸν ἑαυτόν μου χῶμα καὶ στάκτην».

Ἰώβ 42,7

ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ Κύριος Ἐλιφὰζ τῷ Θαιμανίτῃ· ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ ὁ θεράπων μου Ἰώβ.

Κολιτσάρα

Ὅταν ὁ Κύριος εἶπεν ὅλους αὐτοὺς τοὺς λόγους πρὸς τὸν Ἰώβ, ἀπευθυνόμενος πρὸς Ἐλιφὰζ τὸν Θαιμανίτην εἶπεν· «ἠμάρτησες σὺ καὶ οἱ δύο φίλοι σου, διότι δὲν ὡμιλήσατε ἐνώπιόν μου τίποτε τὸ ἀληθὲς καὶ σύμφωνον πρὸς τὴν βουλήν μου, ὅπως ὁ δοῦλος μου ὁ Ἰώβ.

Τρεμπέλα

Συνέβη δέ, ἀφοῦ ὁ Κύριος ἐλάλησεν ὅλους τοὺς λόγους τούτους εἰς τὸν Ἰώβ, εἶπεν ὁ Κύριος εἰς τὸν Ἐλιφὰζ τὸν θαιμανίτην: «Ἡμάρτησες σὺ καὶ οἱ δύο φίλοι σου· διότι σύμφωνα μὲ τὴν ἀδιάψευστον καὶ ἀληθῆ κρίσιν μου δὲν εἴπατε τίποτε τὸ ἀληθές, ὅπως ἀντιθέτως πρὸς σᾶς εἶπεν ὁ δοῦλός μου Ἰώβ, ὅστις, ὅταν ἐβεβαίωνεν ὅτι ἡ συνείδησίς του δὲν κατεμαρτύρει κατ’ αὐτοῦ, ἔλεγε τὴν ἀλήθειαν.

Ἰώβ 42,8

νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν. Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήψομαι· εἰ μὴ γὰρ δι’ αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου Ἰώβ.

Κολιτσάρα

Λάβετε λοιπὸν τώρα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πηγαίνετε πρὸς τὸν δοῦλον μου τὸν Ἰὼβ καὶ θὰ προσφέρῃ αὐτὸς αὐτὰ ὁλοκαύτωμα διὰ σᾶς. Ὁ δοῦλος μου ὁ Ἰὼβ θὰ προσευχηθῇ διὰ σᾶς καὶ ἐγὼ αὐτὸν καὶ τὴν δέησίν του θὰ λάβω ὑπ’ ὄψιν μου καὶ θὰ συγχωρήσω τὸ ἁμάρτημά σας. Ἐὰν δὲν ἦτο πρὸς χάριν αὐτοῦ, θὰ σᾶς κατέστρεφα. Διότι ὁμιλοῦντες, ὅπως ὡμιλήσατε, ἐναντίον τοῦ δούλου μου τοῦ Ἰώβ, δὲν εἴπατε τὸ ἀληθές».

Τρεμπέλα

Τώρα λοιπὸν πάρτε ἑπτὰ μοσχάρια καὶ ἑπτὰ κριάρια καὶ πηγαίνετε πρὸς τὸν δοῦλόν μου Ἰὼβ καὶ θὰ προσφέρῃ δι’ αὐτῶν οὗτος θυσίαν ὁλοκαυτώματος διὰ σᾶς· ὁ δοῦλος μου δὲ Ἰὼβ θὰ εὐχηθῇ διὰ σᾶς· διότι σᾶς βεβαιῶ, θὰ δείξω εὔνοιαν εἰς τὸ πρόσωπόν του καὶ θὰ λογαριάσω αὐτό· διότι ἐὰν δὲν ἔκανα ὅ,τι θὰ κάμω πρὸς χάριν του, θὰ σᾶς παρέδιδα εἰς ἀπώλειαν. Διότι δὲν εἴπατε τὴν ἀλήθειαν, ὅταν ἐκατηγορεῖτε τὸν δοῦλον μου Ἰώβ».

Ἰώβ 42,9

ἐπορεύθη δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης καὶ Βαλδὰδ ὁ Σαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς ὁ Κύριος, καὶ ἔλυσε τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ἰώβ.

Κολιτσάρα

Ἐπῆγαν πράγματι ὁ Ἐλιφὰζ ὁ Θαιμανίτης, Βαλδὰδ ὁ Σιαυχίτης καὶ Σωφὰρ ὁ Μιναῖος καὶ ἔπραξαν, ὅπως τοὺς εἶχε διατάξει ὁ Κύριος. Ὁ δὲ Κύριος συνεχώρησε καὶ διέλυσε τὴν ἁμαρτίαν των πρὸς χάριν τοῦ Ἰώβ.

Τρεμπέλα

Ἐπῆγε δὲ ὁ Ἐλιφὰζ ὁ θαιμανίτης καὶ ὁ Βαλδὰδ ὁ Σαυχίτης καὶ ὁ Σωφὰρ ὁ Μιναῖος καὶ ἔκαμαν, ὅπως τοὺς διέταξεν ὁ Κύριος. Καὶ ἔλυσεν εἰς αὐτοὺς τὴν ἁμαρτίαν των πρὸς χάριν τοῦ Ἰώβ.

Ἰώβ 42,10

ὁ δὲ Κύριος ηὔξησε τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ, ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν. ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.

Κολιτσάρα

Ὁ Κύριος ἐδόξασε καὶ ἐπὶ τοῦ σημείου αὐτοῦ τὸν Ἰώβ. Ὅταν αὐτὸς προσηυχήθη διὰ τοὺς φίλους του, ὁ Κύριος συνεχώρησε τὴν ἁμαρτίαν ἐκείνων. Εἰς δὲ τὸν Ἰὼβ ἔδωσε τὰ διπλάσια, ἀπὸ ὅσα προηγουμένως εἶχεν.

Τρεμπέλα

Ὁ δὲ Κύριος κατέστησε μέγαν τὸν Ἰώβ, ὅταν δὲ αὐτὸς ηὐχήθη ὑπὲρ τῶν φίλων του, ἀφῆκεν εἰς αὐτοὺς ὁ Κύριος τὴν ἁμαρτίαν των· ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ἀπὸ ἐκεῖνα, ποὺ ὑπῆρχον πρότερον εἰς τὸν Ἰώβ, ὥστε νὰ καταστῇ οὗτος διπλασίως εὐτυχῇς.

Ἰώβ 42,11

ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ’ αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν ἐπ’ αὐτῷ ὁ Κύριος. ἔδωκε δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσήμου.

Κολιτσάρα

Ἐπληροφορήθησαν δὲ ὅλοι οἱ ἀδελφοί του καὶ αἱ ἀδελφαί του ὅλα ὅσα εἶχαν συμβῆ εἰς αὐτὸν καὶ ἦλθαν πάντες πρὸς αὐτόν, ὅσοι τὸν εἶχαν γνωρίσει καὶ προηγουμένως. Ἀφοῦ δὲ ἔφαγαν καὶ ἔπιαν εἰς τὸ σπίτι μαζῆ του, τὸν παρηγόρησαν ἀλλὰ καὶ τὸν ἐθαύμασαν δι’ ὅλα ὅσα ἐπέφερεν εἰς αὐτὸν ὁ Κύριος. Ἕκαστος δὲ ἀπὸ αὐτοὺς ἔδωκεν εἰς τὸν Ἰὼβ ὡς δῶρον μίαν ἀρνάδα, ἕνα χρυσοῦν τετράδραχμον καὶ ἀκατέργαστον ἄργυρον.

Τρεμπέλα

Ἤκουσαν δὲ ὅλοι οἱ συγγενεῖς του, οἱ ἐξάδελφοι καὶ αἱ ἐξαδέλφαι του, ὅλα, ὅσα εἶχον συμβῆ εἰς αὐτόν, καὶ ἦλθον πρὸς ἐπίσκεψίν του καὶ μαζή των ἦλθον καὶ ὅλοι, ὅσοι ἐγνώριζαν αὐτὸν ἀπὸ προτήτερα. Ἀφοῦ δὲ ἔφαγον καὶ ἤπιον εἰς τὸ σπίτι του, τὸν ἐπαρηγόρησαν καὶ τὸν ηὐχαρίστησαν, καὶ ἐθαύμασαν δι’ ὅλα, ὅσα ἐπέφερεν εἰς αὐτὸν ὁ Κύριος. Ἔδωκε δὲ εἰς αὐτὸν ὁ καθένας τους μίαν ἀρνάδα καὶ τετράδραχμον χρυσοῦ καὶ ἀσημιοῦ.

Ἰώβ 42,12

ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ ἢ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι.

Κολιτσάρα

Ὁ δὲ Κύριος εὐλόγησε τὰ μετὰ ταῦτα ἔτη τοῦ Ἰὼβ πλουσιώτερον καὶ περισσότερον ἀπὸ τὰ προηγηθέντα χρόνια του. Ἀνῆλθον δὲ τὰ κτήνη του, τὰ πρόβατά του εἰς δεκατέσσαρες χιλιάδες, αἱ κάμηλοί του εἰς ἓξ χιλιάδες, τὰ ζεύγη τῶν βοϊδιῶν του εἰς χίλια, αἱ θηλυκαὶ ὄνοι, ποὺ ἔβοσκαν εἰς κοπάδια, ἀνῆλθον εἰς χιλίας.

Τρεμπέλα

Ὁ δὲ Κύριος ηὐλόγησε τὰ ἔσχατα ἔτη τοῦ Ἰὼβ περισσότερον παρ’ ὅσον τὰ πρῶτα ἔτη του, τὰ προηγηθέντα ἀπὸ τὴν δοκιμασίαν του. Ἦσαν δὲ τώρα τὰ κτήνη του πρόβατα δέκα τέσσαρες χιλιάδες, κάμηλοι ἓξ χιλιάδες, ζεύγη βοδιῶν χίλια, ὄνοι θηλυκαὶ κοπάδια χίλια.

Ἰώβ 42,13

γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς·

Κολιτσάρα

Ἀπέκτησε δὲ αὐτὸς ἑπτὰ υἱοὺς καὶ τρεῖς θυγατέρας.

Τρεμπέλα

Ἐγεννήθησαν δὲ εἰς αὐτὸν ἑπτὰ υἱοὶ καὶ τρεῖς θυγατέρες.

Ἰώβ 42,14

καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθαίας κέρας.

Κολιτσάρα

Καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν, εἰς συμβολισμὸν τῆς νέας χαρμοσύνου περιόδου ποὺ ἀνέτειλε διὰ τὸν Ἰώβ. Τὴν δευτέραν Κασίαν, εὐάρεστον ὡς τὸ ἀρωματῶδες φυτόν, τὴν τρίτην ἐκάλεσεν Ἀμαλθαίας κέρας, εἰς δήλωσιν τῆς νέας ὑπεραφθονίας τῶν ἀγαθῶν του.

Τρεμπέλα

Καὶ ἐκάλεσε τὴν μὲν πρώτην Ἡμέραν, ἐπειδὴ τοῦ ἔφερε τὴν χαρὰν ὕστερα ἀπὸ τὴν μακρὰν νύκτα τῆς δυστυχίας του· τὴν δὲ δευτέραν ἐκάλεσε Κασίαν, ὡς προκαλοῦσαν εὐάρεστον αἴσθημα, καθὼς καὶ τὸ ἀρωματῶδες τοῦτο φυτόν· τὴν τρίτην δὲ ἐκάλεσεν Ἀμαλθείας κέρας, ὡς συνοδευθεῖσαν ὑπὸ ἀφθονίας ἀγαθῶν.

Ἰώβ 42,15

καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ’ οὐρανόν· ἔδωκε δὲ αὐταῖς ὁ πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς.

Κολιτσάρα

Καθ’ ὅλην δὲ τὴν ὑπὸ τὸν οὐρανὸν οἰκουμένην δὲν εὑρέθησαν ὡσὰν τὰς θυγατέρας τοῦ Ἰὼβ καλύτεραι καὶ ὠραιότεροι. Ἀπέκτησε δὲ τόσα πολλὰ ὁ Ἰὼβ, ὥστε ἔδωκε καὶ εἰς τὰς τρεῖς αὐτὰς θυγατέρας του κληρονομίαν μεγάλην μεταξὺ τῶν ἀδελφῶν των.

Τρεμπέλα

Καὶ δὲν εὑρέθησαν σὰν τὰς θυγατέρας τοῦ Ἰὼβ καλύτεραι καὶ ὡραιότεραι εἰς ὅλην τὴν ὑπὸ τὸν οὐρανὸν ἐκτεινομένην γῆν. Ἀπέκτησε δὲ τόσον πολλὰ ὁ Ἰώβ, ὥστε ἔδωκε καὶ εἰς αὐτὰς κληρονομίαν μεταξὺ τῶν ἀδελφῶν των.

Ἰώβ 42,16

ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησε διακόσια τεσσαράκοντα· καὶ εἶδεν Ἰὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ, τετάρτην γενεάν.

Κολιτσάρα

Ἔζησε δὲ ὁ Ἰὼβ μετὰ τὴν θλῖψιν τῆς ἀσθενείας του ἑκατὸν ἑβδομήκοντα ἔτη. Ὅλα δὲ τὰ ἔτη τῆς ζωῆς τοῦ Ἰὼβ ἀνῆλθον εἰς διακόσια τεσσαράκοντα. Καὶ εἶδεν ὁ Ἰὼβ τὰ παιδιά του καὶ τὰ παιδιὰ τῶν παιδιῶν του μέχρι τετάρτης γενεᾶς.

Τρεμπέλα

Ἔζησε δὲ ὁ Ἰὼβ μετὰ τὴν πληγὴν τῆς ἀσθενείας του ἔτη ἑκατὸν ἑβδομήκοντα, ὅλα δὲ τὰ ἔτη, ποὺ ἔζησεν ὁ Ἰώβ, ὑπῆρξαν διακόσια τεσσαράκοντα· καὶ εἶδεν ὁ Ἰὼβ τοὺς υἱούς του καὶ τοὺς υἱοὺς τῶν υἱῶν του μέχρι τῆς τετάρτης γενεᾶς.

Ἰώβ 42,17

καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν.

Κολιτσάρα

Ἐξεδήμησε δὲ ὁ Ἰὼβ γέρων καὶ πλήρης ἡμερῶν.

Τρεμπέλα

Καὶ ἀπέθανεν ὁ Ἰὼβ γέρων καὶ γεμᾶτος ἀπὸ ἡμέρας.

Ἰώβ 42,17α

γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν.

Κολιτσάρα

Ἔχει δὲ γραφῆ ὅτι θὰ ἀναστήσῃ πάλιν αὐτὸν ὁ Κύριος μαζῆ μὲ ὅλους ἐκείνους, τοὺς ὁποίους θὰ ἀναστήσῃ κατὰ τὴν μέλλουσαν ζωήν.

Τρεμπέλα

Ἔχει δὲ γραφῆ, ὅτι θὰ ἀναστήσῃ πάλιν αὐτὸν ὁ Κύριος μετ’ ἐκείνων, τοὺς ὁποίους θὰ ἀναστήσῃ.

Ἰώβ 42,17β

Οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αὐσίτιδι, ἐπὶ τοῖς ὁρίοις τῆς Ἰδουμαίας καὶ Ἀραβίας, προϋπῆρχε δὲ αὐτῷ ὄνομα Ἰωβάβ.

Κολιτσάρα

Διὰ τὸν Ἰὼβ πληροφορούμεθα ἀπὸ τὴν εἰς τὴν Συριακὴν γλῶσσαν μετάφρασιν τῆς Βίβλου, ὅτι κατοικοῦσε εἰς τὴν χώραν Αὐσίτιδα, ἡ ὁποία εὑρίσκετο εἰς τὰ σύνορα Ἰδουμαίας καὶ Ἀραβίας. Τὸ δὲ προηγούμενον ὄνομά του ἦτο Ἰωβάδ.

Τρεμπέλα

Οὗτος ἐξηγεῖται ἀπὸ τὴν εἰς τὴν Συριακὴν γλῶσσαν μετάφρασιν τῆς Βίβλου, ὅτι κατῴκει εἰς τὴν γῆν τῆς Αὐσίτιδος, ἐπὶ τῶν συνόρων τῆς Ἰδουμαίας καὶ τῆς Ἀραβίας, προϋπῆρχε δὲ εἰς αὐτὸν ὄνομα Ἰωβάβ.

Ἰώβ 42,17γ

λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν, ᾧ ὄνομα Ἐννών· ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ ἐκ τῶν Ἡσαῦ υἱῶν υἱός, μητρὸς δὲ Βοσόρρας, ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἁβραάμ.

Κολιτσάρα

Ἐπῆρε δὲ καὶ μίαν γυναῖκα ἐξ Ἀραβίας, ἀπὸ τὴν ὁποίαν ἀπέκτησεν υἱόν, ὀνομασθέντα Ἐννών. Ὁ πατὴρ τοῦ Ἰὼβ ἦτο ὁ Ζαρέ, ἀπόγονος τῆς πατριαρχικῆς οἰκογενείας τοῦ Ἡσαῦ. Ἡ μητέρα του ὠνομάζετο Βοσόρρα, ὥστε αὐτὸς ὡς ἐγγονὸς τοῦ Ἡσαῦ ἦτο πέμπτος ἀπόγονος ἀπὸ τὸν Ἀβραάμ.

Τρεμπέλα

Ἀφοῦ δὲ ἔλαβε σύζυγον Ἀράβισσαν, ἐγέννησεν υἱὸν ἐκεῖνον, ποὺ ὠνομάζετο Ἐννών· ἦτο δὲ αὐτὸς ὁ Ἰωβὰβ ἀπὸ πατέρα μὲν τὸν Ζαρέ, ὅστις ἦτο υἱὸς ἐνὸς ἐκ τῶν υἱῶν Ἡσαῦ, ἀπὸ μητέρα δὲ τὴν Βοσόρραν, ὥστε αὐτός (ὁ Ἰωβάβ) ὡς ἔγγονος τοῦ Ἡσαῦ ἦτο πέμπτος ἀπόγονος ἀπὸ τὸν Ἀβραάμ.

Ἰώβ 42,17δ

καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.

Κολιτσάρα

Οἱ βασιλεῖς, οἱ ὁποῖοι ἐβασίλευσαν εἰς τὴν χώραν τῆς Ἰδουμαίας, τῆς ὁποίας ἄρχων καὶ βασιλεὺς ὑπῆρξεν καὶ ὁ Ἰώβ, ἦσαν οἱ ἐξῆς: Πρῶτος ὁ Βαλὰκ υἱὸς τοῦ Βεώρ. Τὸ δὲ ὄνομα τῆς πόλεώς του ἦτο Δενναβά. Μετὰ τὸν Βαλὰκ ἐβασίλευσεν ὁ Ἰωβάβ, δηλαδὴ ὁ Ἰώβ. Ἔπειτα ἀπὸ αὐτὸν ὁ Ἀσώμ, ὁ ἡγεμών ποὺ κατήγετο ἀπὸ τὴν Θαιμανίτιδα χώραν. Ἔπειτα ἀπὸ αὐτὸν ἐβασίλευσεν ὁ Ἀδάδ, ὁ υἱὸς τοῦ Βαράδ, ὁ ὁποῖος ἐξωλόθρευσε τοὺς Μαδιανίτας εἰς τὴν πεδιάδα τῆς Μωάβ. Ἡ δὲ πόλις του ὠνομάζετο Γεθθαίμ.

Τρεμπέλα

Καὶ αὐτοὶ εἶναι οἱ βασιλεῖς, ποὺ ἐβασίλευσαν εἰς τὴν χώραν τῆς Ἐδώμ, τῆς ὁποίας ὑπῆρξε καὶ αὐτὸς ἄρχων ὡς βασιλεύσας ἐν αὐτῇ· πρῶτος βασιλεὺς ὁ Βαλάκ, ὁ υἱὸς τοῦ Βεώρ· καὶ τὸ ὄνομα τῆς πόλεως, εἰς τὴν ὁποίαν εἶχε τὴν ἕδραν του, ἦτο Δενναβά· μετὰ τὸν Βαλὰκ δὲ ἐβασίλευσεν ὁ Ἰωβάβ, ὁ ὁποῖος καλεῖται Ἰώβ· μετὰ τοῦτον δὲ ἐβασίλευσεν ὁ Ἀσώμ, ποὺ ὑπῆρξεν ἡγεμὼν ἀπὸ τὴν Θαιμανίτιδα χώραν· μετὰ τοῦτον δὲ ἐβασίλευσεν ὁ Ἀδάδ, ὁ υἱὸς τοῦ Βαράδ, ποὺ κατέσφαξε τοὺς Μαδιανίτας εἰς τὴν πεδιάδα Μωάβ, καὶ τὸ ὄνομα τῆς πόλεως, ὅπου εἶχε τὴν ἕδραν του, ἦτο Γεθθαίμ.

Ἰώβ 42,17ε

οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, Ἐλιφὰζ τῶν Ἡσαῦ υἱῶν, Θαιμανῶν βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς.

Κολιτσάρα

Οἱ φίλοι τοῦ Ἰώβ, ποὺ εἶχαν ἔλθει εἰς ἐπίσκεψίν του ἦσαν: Ἐλιφὰζ ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἡσαῦ, βασιλεὺς τῶν Θαιμανῶν, ὁ Βαλδὰδ ἄρχων τῶν Σαυχαίων καὶ ὁ Σωφὰρ ὁ βασιλεὺς τῶν Μιναίων.

Τρεμπέλα

Οἱ φίλοι του δέ, ποὺ ἦλθαν εἰς ἐπίσκεψίν του, ἦσαν ὁ Ἐλιφάζ, ἀπὸ τοὺς υἱοὺς Ἡσαῦ, βασιλεὺς Θαιμανῶν, Βαλδὰδ βασιλεὺς Σαυχαίων καὶ Σωφὰρ βασιλεὺς Μιναίων.