Σοφία Σειράχ 48
Σοφ. Σειρ. 48,1
Καὶ ἀνέστη Ἠλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
Κολιτσάρα
Ἔπειτα ἐνεφανίσθη ὁ προφήτης Ἠλίας ὡσὰν πῦρ, καὶ ὁ λόγος του ἐφώτιζε καὶ ἔκαιεν ὡς λαμπάδα.
Τρεμπέλα
Καὶ κατόπιν ἀνεφάνη ὁ προφήτης Ἠλίας, ὅμοιος λόγῳ τοῦ ζήλου του πρὸς φωτιάν, καὶ ὁ λόγος του ἔκαιε καὶ ἐφώτιζεν ὡς λαμπάδα.
Σοφ. Σειρ. 48,2
ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
Κολιτσάρα
Αὐτὸς ἐπέφερε λιμὸν ἐναντίον τῶν ἀπίστων Ἰσραηλιτῶν καὶ ἐπάνω εἰς τὸν ἱερὸν ζῆλον του ἐμίκρυνε τὸν ἀριθμόν των μὲ τὸν ἐκ πείνης θάνατον.
Τρεμπέλα
Αὐτὸς ἐπέφερε πεῖναν εἰς τοὺς Ἰσραηλίτας καὶ μὲ τὸν ζῆλον του ὠλιγόστευσεν αὐτοὺς λόγῳ τῶν ἐκ πείνης θανάτων.
Σοφ. Σειρ. 48,3
ἐν λόγῳ Κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ.
Κολιτσάρα
Μὲ τὸν λόγον τοῦ Κυρίου ἔκλεισε τὸν οὐρανόν ὥστε νὰ μὴ βρέξῃ καὶ τρεῖς φορὲς κατέβασε πῦρ ἀπὸ τὸν οὐρανόν.
Τρεμπέλα
Διὰ τοῦ λόγου τοῦ Κυρίου ἔκλεισε τὸν οὐρανὸν νὰ μὴ βρέξῃ, τρεῖς φορὰς δὲ ὡσαύτως κατέβασε ἀπὸ τὸν οὐρανὸν φωτιάν.
Σοφ. Σειρ. 48,4
ὡς ἐδοξάσθης, Ἠλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
Κολιτσάρα
Ὦ Ἠλία, πόσον ἐδοξάσθης μὲ τὰ θαυματουργικά σου ἔργα! Ποιὸς δύναται νὰ καυχηθῇ ὅτι εἶναι ὅμοιος μὲ σέ;
Τρεμπέλα
Πόσον ἐδοξάσθης, ὦ Ἠλία, μὲ τὰ θαυματουργικά σου ἔργα! Καὶ ποῖος θὰ ἠδύνατο νὰ καυχᾶται ὅτι εἶναι ὅμοιος πρὸς σέ;
Σοφ. Σειρ. 48,5
ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ Ὑψίστου·
Κολιτσάρα
Σὺ μὲ τὸν λόγον τοῦ Ὑψίστου ἀνέστησες νεκρὸν ἀπὸ τὸν θάνατον καὶ τὸν ἐπανέφερες ἀπὸ τὸν ᾅδην.
Τρεμπέλα
Σὺ εἶσαι, ὁ ὁποῖος ἀνέστησες νεκρὸν ἐκ τοῦ θανάτου καὶ ἐκ τοῦ Ἅδου διὰ τοῦ λόγου τοῦ Ὑψίστου.
Σοφ. Σειρ. 48,6
ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
Κολιτσάρα
Σὺ καθῄρεσες καὶ ὡδήγησες βασιλεῖς εἰς καταστροφήν, καὶ ἔνδοξα πρόσωπα ἀπὸ τὴν ἐπιθανάτιον κλίνην των.
Τρεμπέλα
Σὺ εἶσαι, ὁ ὁποῖος κατεκρήμνισες βασιλεῖς εἰς ἀφανισμὸν καὶ ἀνθρώπους δοξασμένους ἀπὸ τὴν κλίνην τῆς δόξης των εἰς τὸν θάνατον.
Σοφ. Σειρ. 48,7
ὁ ἀκούων ἐν Σινᾷ ἐλεγμὸν καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως·
Κολιτσάρα
Σὺ ἤκουσες ἀπὸ τὸν Θεὸν εἰς τὸ ὄρος Σινᾶ συγκλονιστικὰς ἀποκαλύψεις καὶ εἰς τὴν κορυφὴν Χωρὴβ δικαίας καταδικαστικὰς ἀποφάσεις τοῦ Θεοῦ.
Τρεμπέλα
Σὺ ἤκουσες εἰς τὸ ὄρος Σινᾶ τὸν ἔλεγχον τοῦ Θεοῦ, (ὅταν παρεπονέθης εἰς αὐτόν, ὅτι μόνος σὺ ἀπέμεινες πιστὸς εἰς τὴν λατρείαν του), καὶ εἰς τὸ ὄρος Χωρὴβ τὰς καταδικαστικὰς ἀποφάσεις τοῦ Θεοῦ.
Σοφ. Σειρ. 48,8
ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ’ αὐτόν·
Κολιτσάρα
Σὺ ἔχρισες βασιλεῖς ἐκδικητάς, καὶ προφήτας διαδόχους ἔπειτα ἀπὸ σέ.
Τρεμπέλα
Σὺ ἔχρισες βασιλεῖς, διὰ νὰ ἐκτελέσουν τὴν ἀνταπόδοσιν καὶ τιμωρίαν τῆς θείας ὀργῆς, καὶ προφήτας διὰ νὰ εἶναι διάδοχοί σου.
Σοφ. Σειρ. 48,9
ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων·
Κολιτσάρα
Σὺ ἀνελήφθης εἰς λαίλαπα πυρὸς μὲ πύρινον ἅρμα καὶ πυρίνους ἵππους.
Τρεμπέλα
Σὺ ἀνελήφθης μέσα εἰς καταιγίδα ἀπὸ φωτιὰν μὲ ἅρμα συρόμενον ἀπὸ πύρινα ἄλογα.
Σοφ. Σειρ. 48,10
ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ἰακώβ.
Κολιτσάρα
Σὺ ἔχεις καταγραφῆ καὶ προορισθῆ ἀπὸ τὸν Θεὸν νὰ ἐλέγξῃς εἰς τοὺς ἐσχάτους καιροὺς τοὺς ἀσεβεῖς, διὰ νὰ κοπάσῃ ἡ θεία ὀργή, νὰ ἐπιστρέψῃς τὴν καρδίαν τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ νὰ ἀποκαταστήσῃς τὰς δώδεκα φυλὰς τοῦ Ἰακώβ.
Τρεμπέλα
Σὺ κατεγράφης καὶ προεφητεύθης εἰς τὰς Γραφάς, ὅτι θὰ ἔλθῃς μὲ ἐλέγχους εἰς ὡρισμένον καιρόν, διὰ νὰ κατευνάσῃς τὴν θείαν ὀργήν, προτοῦ νὰ ἐκσπάσῃ κατὰ τῶν ἀσεβῶν ὁ θυμὸς τοῦ Θεοῦ, διὰ νὰ ἐπαναφέρῃς τὴν ψυχρανθείσαν καὶ ἐστερημένην στοργῆς καρδίαν τοῦ πατρὸς εἰς τὸν υἱὸν καὶ νὰ ἀποκαταστήσῃς τὰς διεσκορπισμένας φυλὰς τοῦ Ἰακώβ.
Σοφ. Σειρ. 48,11
μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοσμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα.
Κολιτσάρα
Μακάριοι εἶναι ἐκεῖνοι, οἱ ὁποῖοι σὲ εἶδον, οἱ στολισμένοι μὲ τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ ἡμεῖς ἀσφαλῶς καὶ βεβαίως θὰ ζήσωμεν τότε, ὅταν ἐν τῇ δευτέρᾳ παρουσίᾳ ἐμφανισθῇς.
Τρεμπέλα
Μακάριοι εἶναι ἐκεῖνοι ποὺ σὲ εἶδαν καὶ ἐκεῖνοι οἱ ὁποῖοι θὰ ἔχουν στολισθῆ με τὴν ἀγάπην ἀλλὰ καὶ ἠμεῖς βεβαίως θὰ ζήσωμεν τότε.
Σοφ. Σειρ. 48,12
Ἠλίας, ὃς ἐν λαίλαπι ἐσκεπάσθη, καὶ Ἐλισαιὲ ἐνεπλήσθη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
Κολιτσάρα
Ὅταν ὁ Ἠλίας ἐσκεπάσθη ἀπὸ τὴν λαίλαπα ἐκείνην καὶ ἀνεφέρθη εἰς τὸν οὐρανόν, ὁ Ἐλισσαῖος ἐγέμισεν ἀπὸ τὸ πνεῦμα τοῦ Ἡλιοῦ. Κατὰ τὰς ἡμέρας τῆς ζωῆς του ὁ Ἐλισσαῖος δὲν ἐταράχθη ἀπὸ κανένα ἄρχοντα, καὶ κανεὶς δὲν τὸν καθυπέταξε εἰς τὴν θέλησίν του.
Τρεμπέλα
Τοιοῦτος νπῆρξεν ὁ Ἠλίας, ὁ ὁποῖος ἐσκεπάσθη διὰ τῆς λαίλαπος καὶ καταιγίδος. Καὶ τότε ὁ Ἐλισαῖος ἐνεπλήσθη ἀπὸ τὸ προφητικὸν πνεῦμα καὶ χάρισμα αὐτοῦ, τοῦ Ἠλία δηλαδή, καὶ κατὰ τὰς ἡμέρας του δὲν ἐταράχθη ἀπὸ κανένα ἄρχοντα, καὶ δὲν ἐκυριάρχησεν ἐπ’ αὐτοῦ κανείς.
Σοφ. Σειρ. 48,13
πᾶς λόγος οὐχ ὑπερῇρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροφήτευσε τὸ σῶμα αὐτοῦ·
Κολιτσάρα
Τίποτε δὲν ἦτο ἀνώτερον ἀπὸ αὐτόν· καὶ ὅταν ἐκοιμήθη, τὸ δὲ σῶμα του ἔκειτο νεκρὸν πλέον εἰς τὸν τάφον, ἐξεπληρώθη κάποια προφητεία, ποὺ εἶχεν εἴπει ἐν ζωῇ.
Τρεμπέλα
Ἀπολύτως τίποτε δὲν ὑπερτέρει αὐτόν. Οὐδεὶς λόγος ἦτο ἀνώτερος τῆς δυνάμεως του· καὶ ἐν αὐτῷ ἀκόμη τῷ ὕπνῳ τοῦ θανάτου τοῦ ἐξεδήλωσε τὴν θαυματουργικὴν τοῦ Προφήτου δύναμιν τὸ ἐν τῷ τάφῳ σῶμα του.
Σοφ. Σειρ. 48,14
καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ. -
Κολιτσάρα
Καθ’ ὃν χρόνον ἐζοῦσε, ἔκαμε θαύματα· ἀλλὰ καὶ κατὰ τὸν θάνατόν του ἐπραγματοποίησε θαυμαστὰ ἔργα.
Τρεμπέλα
Καὶ κατὰ τὴν διάρκειαν τῆς ζωῆς του ἐποίησε καταπληκτικὰ θαύματα, ἀλλὰ καὶ καθ’ ὃν χρόνον εἶχεν ἀποθάνει, ὑπῆρξαν θαυμαστὰ τὰ ἔργα του.
Σοφ. Σειρ. 48,15
Ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ ἐσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ. καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων τῷ οἴκῳ Δαυΐδ·
Κολιτσάρα
Παρ’ ὅλα ὅμως αὐτὰ οἱ Ἰσραηλῖται δὲν μετενόησαν, δὲν ἀπεμακρύνθησαν ἀπὸ τὰς ἁμαρτίας των, μέχρις ὅτου ἔγιναν αἰχμάλωτοι πολέμου, ἐξωρίσθησαν μακρὰν ἀπὸ τὰ μέρη τῆς γῆς. Ὀλίγοι ἀπ’ αὐτοὺς ἀπέμειναν εἰς τὴν Παλαιστίνην μὲ ἀρχηγόν των κάποιον ἀπὸ τὴν οἰκογένεια Δαυΐδ.
Τρεμπέλα
Παρ’ ὅλα αὐτὰ ὅμως δὲν μετενόησεν ὁ λαὸς καὶ δὲν ἀπεμακρύνθησαν ἀπὸ τὰς ἁμαρτίας των, μέχρι ὅτου ἀπήχθησαν αἰχμάλωτοι μακρὰν ἀπὸ τὴν χώραν των καὶ διεσκορπίσθησαν εἰς ὅλην τὴν γῆν. Καὶ ἀπέμεινεν ὁ λαὸς ὀλιγοστὸς μὲ ἄρχοντα ἀπὸ τὴν γενεὰν Δαβίδ.
Σοφ. Σειρ. 48,16
τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. -
Κολιτσάρα
Μερικοὶ ἀπὸ τοὺς ἐναπομείναντας ἐτήρησαν τὸ θέλημα τοῦ Θεοῦ· ἐξ ἀντιθέτου μερικοὶ ἄλλοι ἐπλήθυναν τὰς ἁμαρτίας των.
Τρεμπέλα
Καὶ μερικοὶ μὲν ἀπὸ αὐτοὺς ἐποίησαν τὸ ἀρεστὸν εἰς τὸν Θεόν, μερικοὶ ὅμως ἐπολλαπλασίασαν τὰς ἁμαρτίας των.
Σοφ. Σειρ. 48,17
Ἐζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς τὸ μέσον αὐτῆς ὕδωρ, ὤρυξε σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.
Κολιτσάρα
Ὁ βασιλεὺς Ἐζεκίας ὠχύρωσε τὴν πόλιν του, τὴν Ἱερουσαλήμ, καὶ ἔφερε μέσα εἰς τὴν πόλιν ὕδωρ. Ἤνοιξε μὲ σιδηρᾶ ἐργαλεῖα βράχον καὶ ἔκτισε δεξαμενὰς ὑδάτων.
Τρεμπέλα
Ὁ Ἐζεκίας ὠχύρωσε τὴν πόλιν του Ἱερουσαλὴμ καὶ μετέφερεν εἰς τὸ ἐσωτερικὸν αὐτῆς τὸ ὕδωρ ἔσκαψε καὶ διήνοιξε σκληρὸν βράχον διὰ σιδήρων ἐργαλείων καὶ ἔκτισε δεξαμενὰς διὰ τὰ ὕδατα.
Σοφ. Σειρ. 48,18
ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρὶμ καὶ ἀπέστειλε Ῥαψάκην, καὶ ἐπῇρε· καὶ ἐπῇρεν ἡ χεὶρ αὐτοῦ ἐπὶ Σιὼν καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ.
Κολιτσάρα
Κατὰ τὰς ἡμέρας τῆς βασιλείας του ἐπῆλθεν ὁ Σενναχηρὶμ ἐναντίον τῆς Ἰουδαίας καὶ ἔστειλε τὸν στροπηγὸν Ραψάκην ἐναντίον τῆς Ἱερουσαλήμ. Ὁ Ραψάκης μὲ συνοδείαν πολλὴν ἐξεκίνησε καὶ ἦλθεν, ὕψωσεν ἀπειλητικὴν τὴν χεῖρα του κατὰ τῆς Σιὼν καὶ ἀλαζονικῶς ἐκόμπαζεν ἐναντίον της μὲ πολλὴν ὑπερηφάνειαν.
Τρεμπέλα
Κατὰ τὰς ἡμέρας αὐτοῦ ἀνέβη κατ’ αὐτοῦ ὁ βασιλεὺς τῶν Ἀσσυρίων Σενναχηρὶμ καὶ ἀπέστειλεν οὗτος τὸν Ραψάκην καὶ ἀνεχώρησε καὶ ἐσήκωσε τὴν χεῖρα του κατὰ τῆς Σιὼν καὶ ἐν τῇ ὑπερηφανείᾳ του ἐκαυχήθη οὗτος καὶ εἶπε λόγους βλασφήμους καὶ περιφονητικούς.
Σοφ. Σειρ. 48,19
τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
Κολιτσάρα
Τότε ἐταράχθησαν αἱ καρδίαι τῶν κατοίκων, τὰ χέρια των παρέλυσαν καὶ μεγάλοι πόνοι τοὺς κατέλαβαν.
Τρεμπέλα
Τότε ἐταράχθησαν ἔντρομοι αἱ καρδίαι καὶ χεῖρες αὐτῶν, τῶν κατοίκων τῆς Ἱερουσαλὴμ δηλαδὴ καὶ κατελήφθησαν ἀπὸ πόνους, ὅπως αἱ γυναῖκα ποὺ γεννοῦν.
Σοφ. Σειρ. 48,20
καὶ ἐπεκαλέσαντο τὸν Κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ἡσαΐου.
Κολιτσάρα
Ἀλλὰ παρεκάλεσαν τὸν πολυεύσπλαγχνον Κύριον, ὕψωσαν τὰς χεῖρας των πρὸς αὐτόν· καὶ ὁ ἅγιος Θεὸς ἤκουσε τὴν προσευχήν των ταχέως ἀπὸ τὸν οὐρανὸν καὶ τοὺς ἐγλύτωσεν ἀπὸ τὰ χέρια τοῦ Ραψάκου διὰ τοῦ προφήτου Ἡσαΐου.
Τρεμπέλα
Καὶ ἐπεκαλέσθησαν τὸν Κύριον, τὸν εὔσπλαγχνον καὶ ἐλεήμονα, ὑψώσαντες τὰς χεῖρας των πρὸς Αὐτόν· καὶ ὁ Ἅγιος ἀπὸ τὸν οὐρανὸν ἀμέσως τοὺς ἐπήκουσε καὶ τοὺς ἐγλύτωσε διὰ χειρὸς τοῦ Ἠσαΐου.
Σοφ. Σειρ. 48,21
ἐπάταξε τὴν παρεμβολὴν τῶν Ἀσσυρίων. καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ.
Κολιτσάρα
Ἐκτύπησε τὸ στράτευμα τῶν Ἀσσυρίων καὶ ὁ ἄγγελος τοῦ Θεοῦ τοὺς συνέτριψε.
Τρεμπέλα
Καὶ ἐπάταξε τὸ στρατόπεδον τῶν Ἀσσυρίων καὶ τοὺς συνέτριψεν ὁ ἀποσταλεὶς ὑπὸ τοῦ Θεοῦ Ἄγγελος.
Σοφ. Σειρ. 48,22
ἐποίησε γὰρ Ἐζεκίας τὸ ἀρεστὸν Κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ἡσαΐας ὁ προφήτης, ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
Κολιτσάρα
Διότι ὁ Ἐζεκίας ἔπραξε τὸ εὐάρεστον ἐνώπιον τοῦ Θεοῦ· μὲ σταθερότητα καὶ ἀποφασιστικότητα ἐβάδισε τοὺς δρόμους τοῦ προπάτορός του Δαυΐδ, ὅπως τὸν διέταξεν ὁ προφήτης Ἡσαΐας ὁ μέγας αὐτὸς καὶ ἀληθινὸς εἰς τὰς προφητικάς του ὁράσεις ἀνήρ.
Τρεμπέλα
εἰσήκουσε δὲ αὐτοὺς ὁ Θεός, διότι ὁ βασιλεὺς Ἐζεκίας ἐποίησε τὸ ἀρεστὸν εἰς τὸν Κύριον καὶ ἐδείχθη στερεὸς καὶ ἰσχυρὸς εἰς τοὺς δρόμους τῆς ἀρετῆς, κατὰ τοὺς ὁποίους συμπεριεφέρετο καὶ ἔζῃ ὁ Δαβὶδ ὁ πρόγονός του· τοὺς δρόμους αὐτοὺς συνέστησε καὶ παρήγγειλεν εἰς αὐτὸν Ἡσαΐας ὁ προφήτης, ὁ μέγας καὶ ἀξιόπιστος εἰς τὰς προφητικὰς ὁράσεις του.
Σοφ. Σειρ. 48,23
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκε ζωὴν βασιλεῖ.
Κολιτσάρα
Κατὰ τὰς ἡμέρας τοῦ προφήτου Ἡσαΐου ἐπὶ Ἐζεκίου ἀνεστράφη ἡ πορεία τοῦ ἡλίου καὶ ὁ Ἡσαΐας ἐχάρισεν ἔτη ζωῆς εἰς τὸν βασιλέα.
Τρεμπέλα
Κατὰ τὰς ἡμέρας αὐτοῦ ὠπισθοχώρησεν ὁ ἥλιος, καὶ προσέθεσεν ὁ Θεὸς ζωὴν εἰς τὸν βασιλέα.
Σοφ. Σειρ. 48,24
πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιών·
Κολιτσάρα
Μὲ τὸν φωτισμὸν τοῦ Ἁγίου Πνεύματος εἶδεν ὁ Ἡσαΐας τὰ μέλλοντα γεγονότα καὶ παρηγόρησε τοὺς πενθοῦντας κατοίκους τῆς Σιών.
Τρεμπέλα
Φωτιζόμενος ὑπὸ μεγάλου προφητικοῦ χαρίσματος εἶδε τὰ ὅσα θὰ συνέβαινον εἰς τοὺς ἐσχάτους καιρούς, καὶ παρηγόρησεν ἐκείνους ποὺ ἦσαν τεθλιμμένοι εἰς τὴν Ἱερουσαλήμ.
Σοφ. Σειρ. 48,25
ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά.
Κολιτσάρα
Αὐτὸς προεφήτευσε καὶ ἀπεκάλυψεν ἐκεῖνα, τὰ ὁποῖα θὰ συμβοῦν εἰς τὸ μέλλον, κρυμμένα καὶ ἄγνωστα πράγματα, πρὶν πραγματοποιηθοῦν.
Τρεμπέλα
Ἐφανέρωσεν ὅσα θὰ γίνουν μέχρι συντελείας τοῦ αἰῶνος καὶ τὰ ἀπόκρυφα καὶ μυστηριώδη, πρὶν ἀκόμη συμβοῦν ταῦτα.